2 Peter 2

CHAPTER 2

Concerning False Prophets and Teachers

1εγένοντο δε και ψευδοπροφήται εν τω λαώ ως και εν υμίν έσονται ψευδοδιδάσκαλοι οίτινες παρεισάξουσιν αιρέσεις απωλείας και τον αγοράσαντα αυτούς δεσπότην αρνούμενοι επάγοντες εν ευτοίς ταχινήν απώλειαν 2και πολλοί εξακολουθήσουσιν αυτών ταις απωλείαις δι΄ ους η οδός της αληθείας βλασφημηθήσεται 3και εν πλεονεξία πλαστοίς λόγοις υμάς εμπορεύσονται οις το κρίμα έκπαλαι ουκ αργεί και η απώλεια αυτών ου νυστάζει 4ει γαρ ο θεός αγγέλων αμαρτησάντων ουκ εφείσατο αλλά σειραίς ζόφου ταρταρώσας παρέδωκεν εις κρίσιν τετηρημένους 5και αρχαίου κόσμου ουκ εφείσατο αλλά όγδοον Νώε δικαιοσύνης κήρυκα εφύλαξε κατακλυσμόν κόσμω ασεβών επάξας 6και πόλεις Σοδόμων και Γομόρρας τεφρώσας καταστροφή κατέκρινεν υπόδειγμα μελλόντων ασεβείν τεθεικώς 7και δίκαιον Λωτ καταπονούμενον υπό της των αθέσμων εν ασελγεία αναστροφής ερρύσατο 8βλέμματι γαρ και ακοή ο δίκαιος εγκατοικών εν αυτοίς ημέραν εξ ημέρας ψυχήν δικαίαν ανόμοις έργοις εβασάνιζεν 9οίδε κύριος ευσεβείς εκ πειρασμών ρύεσθαι αδίκους δε εις ημέραν κρίσεως κολαζομένους τηρείν 10μάλιστα δε τους οπίσω σαρκός εν επιθυμία μιασμού πορευομένους και κυριότητος καταφρονούντας τολμηταί αυθάδεις δόξας ου τρέμουσι βλασφημούντες 11όπου άγγελοι ισχύϊ και δυνάμει μείζονες όντες ου φέρουσι κατ΄ αυτών παρά κυρίω βλάσφημον κρίσιν 12ούτοι δε ως άλογα ζώα φυσικά γεγεννημένα εις άλωσιν και φθοράν εν οις αγνοούσι βλασφημούντες εν τη φθορά αυτών καταφθαρήσονται 13κομιούμενοι μισθόν αδικίας ηδονήν ηγούμενοι την εν ημέρα τρυφήν σπίλοι και μώμοι εντρυφώντες εν ταις απάταις αυτών συνευωχούμενοι υμίν 14οφθαλμούς έχοντες μεστούς μοιχαλίδος και ακαταπαύστους αμαρτίας δελεάζοντες ψυχάς αστηρίκτους καρδίαν γεγυμνασμένην πλεονεξίας έχοντες κατάρας τέκνα 15καταλιπόντες την ευθείαν οδόν επλανήθησαν εξακολουθήσαντες τη οδώ του Βαλαάμ του Βοσόρ ος μισθόν αδικίας ηγάπησεν 16έλεγξιν δε έσχεν ιδίας παρανομίας υποζύγιον άφωνον εν ανθρώπου φωνή φθεγξάμενον εκώλυσε την του προφήτου παραφρονίαν 17ούτοί εισι πηγαί άνυδροι νεφέλαι υπό λαίλαπος ελαυνόμεναι οις ο ζόφος του σκότους εις αιώνα τετήρηται 18υπέρογκα γαρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν εν επιθυμίαις σαρκός ασελγείαις τους όντως αποφυγόντας τους εν πλάνη αναστρεφομένους 19ελευθερίαν αυτοίς επαγγελλόμενοι αυτοί δούλοι υπάρχοντες της φθοράς ω γαρ τις ήττηται τούτω και δεδούλωται 20ει γαρ αποφυγόντες τα μιάσματα του κόσμου εν επιγνώσει του κυρίου και σωτήρος Ιησού χριστού τούτοις δε πάλιν εμπλακέντες ηττώνται γέγονεν αυτοίς τα έσχατα χείρονα των πρώτων 21κρείττον γαρ ην αυτοίς μη επεγνωκέναι την οδόν της δικαιοσύνης η επιγνούσιν επιστρέψαι εκ της παραδοθείσης αυτοίς αγίας εντολής 22συμβέβηκε δε αυτοίς το της αληθούς παροιμίας κύων επιστρέψας επί το ίδιον εξέραμα και υς λουσαμένη εις κύλισμα βορβόρου
Copyright information for ABPGRK