2 Samuel 11

CHAPTER 11

David and Bath-sheba

και εγένετο επιστρέψαντος του ενιαυτού εις τον καιρόν της εξοδίας των βασιλέων και απέστειλε Δαυίδ τον Ιωάβ και τους παίδας αυτού μετ΄ αυτού και πάντα τον Ισραήλ και διέφθειραν τους υιούς Αμμών και περιεκάθισαν επί Ραβάθ και Δαυίδ εκάθισεν εν Ιερουσαλήμ και εγένετο προς εσπέραν και ανέστη Δαυίδ από της κοίτης αυτού και περιεπάτει επί του δώματος του οίκου του βασιλέως και είδε από του δώματος γυναίκα λουομένην και η γυνή καλή τη όψει σφόδρα και απέστειλε Δαυίδ και εζήτησε την γυναίκα και είπον ουχί αύτη Βηρσαβεαί θυγάτηρ Ελιάμ γυνή Ουρίου του Χετταίου και απέστειλε Δαυίδ αγγέλους και έλαβεν αυτήν και εισήλθε προς αυτήν και εκοιμήθη μετ΄ αυτής και αυτή ην αγιαζομένη από ακαθαρσίας αυτής και απέστρεψεν εις τον οίκον αυτής και συνέλαβεν η γυνή και απέστειλε και απήγγειλε Δαυίδ και είπεν συνείληφα εγώ και απέστειλε Δαυίδ προς Ιωάβ λέγων απόστειλόν μοι τον Ουρίαν τον Χετταίον και απέστειλεν Ιωάβ τον Ουρίαν προς Δαυίδ και παραγίνεται Ουρίας και εισήλθε προς αυτόν και επηρώτησε Δαυίδ εις ειρήνην Ιωάβ και εις ειρήνην του λαού και εις ειρήνην του πολέμου και είπε Δαυίδ τω Ουρία κατάβηθι εις τον οίκόν σου και νίψαι τους πόδας σου και εξήλθεν Ουρίας εξ οίκου του βασιλέως και εξήλθεν οπίσω αυτού άρσις του βασιλέως και εκοιμήθη Ουρίας παρά τη θύρα του οίκου του βασιλέως μετά πάντων των δούλων του κυρίου αυτού και ου κατέβη εις τον οίκον αυτού 10 και απήγγειλαν τω Δαυίδ λέγοντες ότι ου κατέβη Ουρίας εις τον οίκον αυτού και είπε Δαυίδ προς Ουρίαν ουχί εξ οδού συ έρχη τι ου κατέβης εις τον οίκόν σου 11 και είπεν Ουρίας προς Δαυίδ η κιβωτός και Ισραήλ και Ιούδας κατοικούσιν εν σκηναίς και ο κύριός μου Ιωάβ και οι δούλοι του κυρίου μου επί πρόσωπου του αγρού παρεμβάλλουσι και εγώ εισελεύσομαι εις τον οίκόν μου φαγείν και πιείν και κοιμηθήναι μετά της γυναικός μου μα την ζωήν σου και μα την ζωήν της ψυχής σου ου μη ποιήσω το πράγμα τούτο 12 και είπε Δαυίδ προς τον Ουρίαν κάθισον ώδε και σήμερον και αύριον εξαποστελώ σε και εκάθισεν Ουρίας εν Ιερουσαλήμ εν τη ημέρα εκείνη και τη επαύριον 13 και εκάλεσεν αυτόν Δαυίδ και έφαγεν ενώπιον αυτού και έπιε και εμεθύσεν αυτόν και εξήλθεν εσπέρας του κοιμηθήναι επί της κοίτης αυτού μετά των δούλων του κυρίου αυτού και εις τον οίκον αυτού ου κατέβη

Uriah Dies in Battle by Treachery

14 και εγένετο πρωϊ και έγραψε Δαυίδ βιβλίον προς Ιωάβ και απέστειλεν εν χειρί Ουρίου 15 και έγραψεν εν τω βιβλίω λέγων εισάγαγε τον Ουρίαν εξ εναντίας του πολέμου του κραταιού και αποστραφήσεσθε από όπισθεν αυτού και πληγήσεται και αποθανείται 16 και εγενήθη εν τω φυλάσσειν Ιωάβ επί την πόλιν και έθηκε τον Ουρίαν εις τον τόπον ου ήδει ότι άνδρες δυνάμεως εκεί 17 και εξήλθον οι άνδρες της πόλεως και επολέμουν προς Ιωάβ και έπεσον από του λαού εκ των δούλων Δαυίδ και απέθανε και γε Ουρίας ο Χετταίος 18 και απέστειλεν Ιωάβ και απήγγειλε τω Δαυίδ πάντας τους ρήματα του πολέμου 19 και ενετείλατο Ιωάβ τω αγγέλω λέγων εν τω συντελέσαι σε πάντα τα ρήματα του πολέμου λαλούντα προς τον βασιλέα 20 και έσται εάν αναβή ο θυμός του βασιλέως και είπη σοι τι ότι ηγγίσατε προς την πόλιν πολεμήσαι ουκ ήδειτε ότι τοξεύσουσιν απάνωθεν του τείχους 21 τις επάταξε τον Αβιμέλεχ υιόν Ιεροβαάλ ουχί γυνή έρριψε κλάσμα μύλου επ΄ αυτόν από άνωθεν του τείχους και απέθανεν εν Θαβής ινατί προσηγάγετε προς το τείχος και ερείς και γε ο δούλός σου Ουρίας ο Χετταίος τέθνηκε 22 και παρεγένετο ο άγγελος Ιωάβ προς τον βασιλέα εις Ιερουσαλήμ και απήγγειλε τω Δαυίδ πάντα όσα ελάλησεν Ιωάβ 23 και είπεν ο άγγελος προς Δαυίδ ότι εκραταίωσαν εφ΄ ημάς οι άνδρες και εξήλθον εφ΄ ημάς εις τον αγρόν και εγενήθημεν επ΄ αυτούς έως της θύρας της πύλης 24 και ετόξευσαν οι τοξεύοντες επι τους δούλους σου από του τείχους και απέθανον από των δούλων του βασιλέως και γε ο δούλός σου Ουρίας ο Χετταίος τέθνηκεν 25 και είπε Δαυίδ προς τον άγγελον τάδε ερείς προς Ιωάβ μη πονηρόν έστω εν οφθαλμοίς σου του ρήματος τούτο ότι ποτέ μεν ούτως ποτέ δε ούτως καταφάγεται η ρομφαία κραταίωσον τον πόλεμόν σου επί την πόλιν και κατάσκαψον αυτήν και κραταίωσον αυτήν 26 και ήκουσεν η γυνή Ουρίου ότι τέθνηκεν Ουρίας ο ανήρ αυτής και εκόψατο επί τον άνδρα αυτής 27 και διήλθε το πένθος και απέστειλε Δαυίδ και συνήγαγεν αυτήν εις τον οίκον αυτού και εγένετο αυτώ εις γυναίκα και έτεκεν αυτώ υιόν και πονηρόν εφάνη το ρήμα ο εποίησε Δαυίδ εν οφθαλμοίς κυρίου
Copyright information for ABPGRK