2 Samuel 14

CHAPTER 14

Joab's Plan to Return Absalom

και έγνω Ιωάβ υιός Σαρουϊα ότι η καρδία του βασιλέως επί Αβεσαλώμ και απέστειλεν Ιωάβ εις Θεκουέ και έλαβεν εκείθεν γυναίκα σοφήν και είπε προς αυτήν πένθησον δη και ένδυσαι ιμάτια πενθικά και μη αλείψη έλαιον και έση ως γυνή ημέρας πολλάς πενθούσα επί τεθνηκότι και ήξεις προς τον βασιλέα και λαλήσεις προς αυτόν κατά το ρήμα τούτο και έθετο Ιωάβ τους λόγους επι τω στόματι αυτής και εισήλθεν η γυνή η Θεκουϊτις προς τον βασιλέα και έπεσεν επί πρόσωπον αυτής εις την γην και προσεκύνησεν αυτώ και είπε σώσον βασιλεύ σώσον και είπε προς αυτήν ο βασιλεύς τι σοι εστί η δε είπε και μάλα γυνή χήρα εγώ ειμι και απέθανεν ο ανήρ μου και γε τη δούλη σου δύο υιοί και εμαχέσαντο αμφότεροι εν τω αγρώ και ουκ ην ο εξαιρούμενος αναμέσον αυτών και έπαισεν ο εις τον ένα αδελφόν αυτού και εθανάτωσε αυτόν και ιδού επανέστη όλη η πατριά προς την δούλην σου και είπαν δος τον παίσαντα τον αδελφόν αυτού και θανατώσομεν αυτόν αντί της ψυχής του αδελφού αυτού ον απέκτεινε και εξαρούμεν τον κληρονόμον και σβεσθήσεται τον άνθρακά μου τον καταλειφθέντα ώστε μη θέσθαι τω ανδρί μου κατάλειμμα και όνομα επί προσώπου της γης και είπεν ο βασιλεύς προς την γυναίκα πορεύου εις τον οίκόν σου υγιαίνουσα καγώ εντελούμαι περί σου και είπεν η γυνή η Θεκουϊτις προς τον βασιλέα κύριέ μου βασιλεύ επ΄ εμέ η αδικία και επί τον οίκον του πατρός μου και ο βασιλεύς και ο θρόνος αυτού αθώος 10 και είπεν ο βασιλεύς ο λαλούντα προς σε ρήμα άγαγε αυτόν προς εμέ και ου μη προσθήσει έτι άψασθαί σου 11 και είπεν η γυνή μνησθήτω δη ο βασιλεύς του κυρίου θεού σου πληθυνθήναι αγχιστέα του αίματος του διαφθείραι και ου μη εξάρωσι τον υιόν μου και είπε ζη κύριος ου πεσείται από της τριχός του υιού σου επί την γην 12 και είπεν η γυνή λαλησάτω δη η δούλη σου προς τον κύριόν μου τον βασιλέα ρήμα και είπε λάλησον 13 και είπεν η γυνή ινατί ελογίσω ούτως επί λαόν θεού και εκ του λαλείν τον βασιλέα τον λόγον τούτο ως πλημμέλεια του μη επιστρέψαι τον βασιλέα τον εξωσμένον απ΄ αυτού 14 ότι θανάτω αποθανούμεθα και ώσπερ το ύδωρ το εκχεόμενον επί την γην ου συναχθήσεται και ου λήψεται ο θεός ψυχήν και ελογίσατο λογισμόν του μη απώσασθαι απ΄ αυτού απωσμένον 15 και νυν υπέρ ων ήκω λαλήσαι προς τον βασιλέα τον κύριόν μου το λόγον τούτον ότι όψεταί με ο λαός και ερεί η δούλη σου λαλησάτω δη η δούλη σου προς τον κύριόν μου τον βασιλέα είπως ποιήση ο βασιλεύς το ρήμα της παιδίσκης αυτού 16 ότι ακούσει ο βασιλεύς ρυσάσθω την δούλην αυτού εκ χειρός του ανδρός του ζητούντος εξάραί με και τον υιόν μου από κληρονομίας θεού 17 και ερεί η δούλη σου γενηθήτω δη ο λόγος του κυρίου μου του βασιλέως εις θυσίαν ότι καθώς άγγελος θεού ούτως ο κύριός μου ο βασιλεύς του ακούειν το καλόν και το πονηρόν και κύριος ο θεός σου έσται μετά σου 18 και απεκρίθη ο βασιλεύς και είπε τη γυναικί μη δη κρύψης απ΄ εμού το ρήμα ο αν εγώ επερωτήσω σε και είπεν η γυνή λαλησάτω δη ο κύριός μου ο βασιλεύς 19 και είπεν ο βασιλεύς μη η χειρ Ιωάβ εν παντί τούτω μετά σου και απεκρίθη και είπεν η γυνή τω βασιλεί ζη η ψυχή σου κύριέ μου βασιλεύ ει έστιν εις τα δεξιά η εις τα αριστερά εκ πάντων ων ελάλησεν ο κύριός μου ο βασιλεύς ότι ο δούλός σου Ιωάβ αυτός ενετείλατό μοι και αυτός έθετο εν τω στόματι της δούλης σου πάντας τους λόγους τούτους 20 ένεκεν του περιελθείν το πρόσωπον του ρήματος τούτου εποίησεν ο δούλός σου Ιωάβ τον λόγον τούτον και ο κύριός μου ο βασιλεύς σοφός καθώς σοφία αγγέλου του θεού του γνώναι πάντα τα εν τη γη 21 και είπεν ο βασιλεύς προς Ιωάβ ιδού δη πεποίηκά σοι κατά τον λόγον σου τούτον πορεύου επίστρεψον το παιδάριον τον Αβεσαλώμ 22 και έπεσεν Ιωάβ επί πρόσωπον αυτού επί την γην και προσεκύνησε και ευλόγησε τον βασιλέα και είπεν Ιωάβ σήμερον έγνω ο δούλός σου ότι εύρον χάριν εν οφθαλμοίς σου κύριέ μου βασιλεύ ότι εποίησεν ο κύριός μου ο βασιλεύς τον λόγον του δούλου αυτού

Absalom Returns to Jerusalem

23 και ανέστη Ιωάβ και επορεύθη εις Γεσούρ και ήγαγε τον Αβεσαλώμ εις Ιερουσαλήμ 24 και είπεν ο βασιλεύς αποστραφήτω εις τον οίκον αυτού και το πρόσωπόν μου μη βλεπέτω και απέστρεψεν Αβεσαλώμ εις τον οίκον αυτού και το πρόσωπον του βασιλέως ουκ είδε 25 και ως Αβεσαλώμ ουκ ην ανήρ εν παντί Ισραήλ αινετός σφόδρα από ίχνους ποδός αυτού και έως κορυφής αυτού ουκ ην εν αυτώ μώμος 26 και εν τω κείρεσθαι αυτόν την κεφαλήν αυτού και εγένετο από τέλους ημερών εις ημέρας οτ΄ εκείρετο ότι κατεβαρύνετο επ΄ αυτόν και κειρόμενος ίστα την τρίχα της κεφαλής αυτού διακοσίους σίκλους εν τω σταθμώ τω βασιλικώ 27 και ετέχθησαν τω Αβεσαλώμ τρεις υιοί και θυγάτηρ μία και όνομα αυτής Θαμάρ αύτη ην γυνή καλή σφόδρα 28 και εκάθισεν Αβεσαλώμ εν Ιερουσαλήμ δύο έτη ημερών και το πρόσωπον του βασιλέως ουκ είδε 29 και απέστειλεν Αβεσαλώμ προς Ιωάβ του αποστείλαι αυτόν προς τον βασιλέα και ουκ ηθέλησεν ελθείν προς αυτόν και απέστειλεν έτι εκ δευτέρου προς αυτόν και ουκ ηθέλησε παραγενέσθαι

Absalom Burns Joab's Field

30 και είπεν Αβεσαλώμ προς τους δούλους αυτού ίδετε η μερίς εν αγρώ του Ιωάβ εχόμενά μου και αυτώ εκεί κριθαί πορεύεσθε και εμπρήσατε αυτήν εν πυρί και ενέπρησαν οι δούλοι Αβεσαλώμ εν πυρί την μερίδα Ιωαβ 31 και ανέστη Ιωάβ και ήλθε προς Αβεσαλώμ εις τον οίκον και είπε προς αυτόν ινατί ενεπύρισαν οι δούλοί σου τον αγρόν μου εν πυρί 32 και είπεν Αβεσαλώμ προς Ιωάβ ιδού απέστειλα προς σε λέγων ήκε ώδε και αποστελώ σε προς τον βασιλέα λέγων ινατί ήλθον εκ Γεσούρ αγαθόν μοι ην του είναι εκεί και νυν όψομαι δη πρόσωπον του βασιλέως και ει έστιν εν εμοί αδικία και θανατωθήσομαι 33 και επορεύθη Ιωάβ προς τον βασιλέα και απήγγειλεν αυτώ και εκάλεσε τον Αβεσαλώμ και εισήλθε προς τον βασιλέα και προσεκύνησεν αυτώ και έπεσεν επί πρόσωπον αυτού επί την γην ενώπιον του βασιλέως και κατεφίλησεν ο βασιλεύς τον Αβεσαλώμ
Copyright information for ABPGRK