2 Samuel 15

CHAPTER 15

Absalom Appoints Himself as Judge

1και εγένετο μετά ταύτα και εποίησεν εαυτώ Αβεσαλώμ άρματα και ιππείς και πεντήκοντα άνδρας παρατρέχειν έμπροσθεν αυτού 2και ώρθρισεν Αβεσαλώμ και εφίστατο επί της οδού της πύλης και εγένετο πας ανήρ ω εγένετο κρίσις και ήρχετο προς τον βασιλέα εις κρίσιν και εκάλει αυτόν Αβεσαλώμ και έλεγεν αυτώ εκ ποίας πόλεως συ ει και έλεγεν εκ μιάς των φυλών Ισραήλ ο δούλός σου 3και είπε προς αυτόν ο Αβεσαλώμ ιδού οι λόγοι σου αγαθοί και εύκολοι και ο ακούων ουκ έστι σοι παρά του βασιλέως 4και είπεν Αβεσαλώμ τις με καταστήσει κριτήν εν τη γη και επ΄ εμέ ελεύσεται πας ανήρ ω αν η αντιλογία και κρίσις και δικαιώσω αυτόν 5και εγένετο εν τω εγγίζειν άνδρα του προσκυνήσαι αυτώ και εξέτεινε την χείρα αυτού και επελαμβάνετο αυτού και κατεφίλησεν αυτόν 6και εποίησεν Αβεσαλώμ κατά το ρήμα τούτο παντί Ισραήλ τοις παραγινομένοις εις κρίσιν προς τον βασιλέα και ιδιοποιείτο Αβεσαλώμ την καρδίαν ανδρών Ισραήλ 7και εγένετο από τέλους τεσσαράκοντα ετών και είπεν Αβεσαλώμ προς τον πατέρα αυτού πορεύσομαι δη και αποτίσω τας ευχάς μου ας ηυξάμην τω κυρίω εν Χεβρών 8ότι ευχήν ηύξατο ο δούλός σου εν τω οικείν με εν Γεσούρ εν Συρία λέγων εάν επιστρέφων επιστρέψη με ο κύριος εις Ιερουσαλήμ και λατρεύσω τω κυρίω 9και είπεν αυτώ ο βασιλεύς βάδιζε εις ειρήνην και αναστάς επορεύθη εις Χεβρών 10και απέστειλεν Αβεσαλώμ κατασκόπους εις πάσας τας φυλαάς του Ισραήλ λέγων εν τω ακούσαι υμάς την φωνήν της σάλπιγγος και ερείτε βεβασίλευκεν Αβεσαλώμ εν Χεβρών 11και επορεύθησαν μετά Αβεσαλώμ διακόσιοι άνδρες εξ Ιερουσαλήμ επίκλητοι και επορεύοντο απλότητι και ουκ ήδεισαν ουθέν ρήμα 12και απέστειλεν Αβεσαλώμ και εκάλεσε τον Αχιτόφελ τον Γελωναίον σύμβουλον Δαυίδ εκ της πόλεως αυτού της Γελώ εν τω θύειν αυτόν τας θυσίας και εγένετο σύστρεμμα ισχυρόν και ο λαός επορεύετο και επληθύνετο μετά Αβεσαλώμ 13και παρεγίνεται ο απαγγέλων προς Δαυίδ λέγων εγενήθη η καρδία ανδρών Ισραήλ οπίσω Αβεσαλώμ

David Flees from Absalom

14και είπε Δαυίδ πάσι τοις δούλοις αυτού μετ΄ αυτού εις Ιερουσαλήμ ανάστητε και φύγωμεν ότι ουκ έστιν ημίν σωτηρία από προσώπου Αβεσαλώμ ταχύνατε του πορευθήναι ίνα μη ταχύνη και καταλάβη ημάς και εξώση εφ΄ ημάς την κακίαν και πατάξη την πόλιν εν στόματι ρομφαίας 15και είπον οι παίδες του βασιλέως προς τον βασιλέα κατά πάντα όσα αιρείται ο κυριός ημών ο βασιλεύς ιδού οι παίδές σου 16και εξήλθεν ο βασιλεύς και πας ο οίκος αυτού τοις ποσίν αυτών και αφήκεν ο βασιλεύς δέκα γυναίκας των παλλακών αυτού του φυλάσσειν τον οίκον 17και εξήλθεν ο βασιλεύς και πάντες οι λαός αυτού πεζοί και έστησαν εν οίκω τω μακράν 18και πάντες οι παίδες αυτού ανά χείρα αυτού παρήγον και πας ο Χερεθί και πας ο Φελεθί και πάντες οι Γεθαίοι εξακόσιοι άνδρες οι ήκοντες εκ Γεθ πεζοί παρεπορεύοντο κατά πρόσωπον του βασιλέως 19και είπεν ο βασιλεύς προς Εθί τον Γεθαίον ινατί πορεύη και συ μεθ΄ ημών επίστρεφε και οίκει μετά του βασιλέως ότι αλλότριος ει συ και ότι μετώκισας εκ του τόπου σου 20ει εχθές παραγέγονας συ και σήμερον κινήσω σε του πορεύεσθαι μεθ΄ ημών εγώ δε πορεύσομαι ου αν πορεύομαι πορεύου και ανάστρεφε τους αδελφούς σου μετά σου και κύριος ποιήσει μετά σου έλεος και αλήθειαν 21και απεκρίθη Εθί τω βασιλεί και είπε ζη κύριος και ζη ο κύριός μου ο βασιλεύς ότι εις τον τόπον ου εάν η ο κύριέ μου ο βασιλεύς και εάν εις θάνατον και εάν εις ζωήν ότι εκεί έσται ο δούλός σου 22και είπεν Δαυίδ προς Εθί πορεύου και διάβαινε μετ΄ εμού και παρήλθεν Εθί ο Γεθαίος και πάντες οι άνδρες οι μετ΄ αυτού και πάντες οι παίδες αυτού 23και πάσα η γη έκλαιε φωνή μεγάλη και πας ο λαός παρεπορεύοντο εν τω χειμάρρω του Κεδρών και ο βασιλεύς διέβη τον χειμάρρουν Κεδρών και πας ο λαός παρεπορεύετο επί πρόσωπον οδού την έρημον

Zadok and Abiathar

24και ιδού και γε Σαδώκ και πάντες οι Λευίται μετά αυτού αίροντες την κιβωτόν της διαθήκης του θεού και έστησαν την κιβωτόν του θεού και ανέβη Αβιαθάρ έως επαύσατο πας ο λαός παρελθείν εκ της πόλεως 25και είπεν ο βασιλεύς προς Σαδώκ απόστρεψον την κιβωτόν του θεού εις την πόλιν εάν εύρω χάριν εν οφθαλμοίς κυρίου και επιστρέψει με και δείξει μοι αυτήν και την ευπρέπειαν αυτής 26και εάν είπη ούτως ουκ ηθέληκα εν σοι ιδού εγώ ποιείτω μοι το αρεστόν ενώπιον αυτού 27και είπεν ο βασιλεύς τω Σαδώκ τω ιερεί ίδετε συ επιστρέφεις εις την πόλιν εν ειρήνη και Αχιμάας ο υιός σου και Ιωναθάν ο υιός Αβιαθάρ οι δύο υιοί υμών μεθ΄ υμών 28ιδού εγώ προσδέχομαι υμάς εν αραβώθ της ερήμου έως του ελθείν ρήμα παρ΄ υμών του απαγγείλαί μοι 29και απέστρεψε Σαδώκ και Αβιαθάρ την κιβωτόν του θεού εις Ιερουσαλήμ και εκάθισεν εκεί 30και Δαυίδ ανέβαινεν επί την ανάβασιν των ελαιών αναβαίνων και κλαίων και ν κεφαλή αυτού επικεκαλυμμένη και αυτός επορεύετο ανυπόδετος και πας ο λαός ο μετ΄ αυτού επεκάλυψεν έκαστος ανήρ την κεφαλήν αυτού και ανέβαινον αναβαίνοντες και κλαίοντες 31και ανηγγέλη τω Δαυίδ λέγοντες και Αχιτόφελ εν τοις συστρεφομένοις μετά Αβεσαλώμ και είπε Δαυίδ κύριε ο θεός μου διασκέδασον δη την βουλήν Αχιτόφελ 32και ην Δαυίδ ερχόμενος έως του Ρως ου προσεκύνησεν εκεί τω θεώ και ιδού ήκει εις απάντησιν αυτόυ Χουσί ο αρχιεταίρος Δαυίδ διερρηχώς τον χιτώνα αυτού και γη επί της κεφαλής αυτού 33και είπεν αυτώ Δαυίδ εάν διέλθης μετ΄ εμού και έση επ΄ εμέ φορτίον 34εάν εις την πόλιν αναστρέψης και ερείς τω Αβεσαλώμ παις σου ειμί βασιλεύ έασόν με ζήσαι παις του πατρός σου ήμην τότε και αρτίως και νυν εγώ δούλός σου και διασκέδασόν μοι την βουλήν Αχιτόφελ 35και ιδού εκεί μετά σου Σαδώκ και Αβιαθάρ οι ιερείς και έσται παν ρήμα ο αν ακούσης εξ οίκου του βασιλέως και απαγγελείς τω Σαδώκ και τω Αβιαθάρ τοις ιερεύσιν 36ιδού εκεί μετ΄ αυτών δύο υιοί αυτών Αχιμάας ο υιός Σαδώκ και Ιωναθάν υιός τω Αβιαθάρ και αποστελείτε εν χειρί αυτών προς με παν ρήμα ο αν ακούσητε 37και εισήλθε ο εταίρος Χουσί Δαυίδ εις την πόλιν και Αβεσαλώμ άρτι εισεπορεύετο εις Ιερουσαλήμ
Copyright information for ABPGRK