2 Samuel 16

CHAPTER 16

Ziba Misleads David

και Δαυίδ διήλθε μικρόν από της Ρως και ιδού Σιβά το παιδάριον Μεφιβόσεθ ήρχετο εις απάντησιν αυτώ και ζεύγος όνων επισεσαγμένων και επ΄ αυτών διακόσιοι άρτοι και οίφι σταφίδων και εκατόν παλάθαι και νέβελ οίνου και είπεν ο βασιλεύς προς Σιβά τι ταύτά σοι και είπε Σιβά οι όνοι τω οίκω του βασιλέως του επιβαίνειν και οι άρτοι και αι παλάθαι και σταφίδες εις βρώσιν τοις παιδαρίοις και ο οίνος πιείν τω εκλελυμένω εν τη ερήμω και είπεν ο βασιλεύς που εστίν ο υιός του κυρίου σου και είπε Σιβά προς τον βασιλέα ιδού κάθηται εν Ιερουσαλήμ ότι είπε σήμερον επιστρέψουσί μοι ο οίκος Ισραήλ την βασιλείαν του πατρός μου και είπεν ο βασιλεύς τω Σιβά ιδού σοι πάντα όσα εστί Μεφιβόσεθ και είπε Σιβά προσκυνώ εύροιμι χάριν εν οφθαλμοίς σου κύριέ μου βασιλεύ

Shimei Curses David

και ήλθεν ο βασιλεύς Δαυίδ έως Βαουρίμ και ιδού εκείθεν ανήρ εξεπορεύετο εκ πατριάς οίκου Σαούλ και όνομα αυτώ Σεμεϊ υιός Γηρά εξήλθεν εκπορευόμενος και καταρώμενος και βάλλων λίθοις επί τον Δαυίδ και επί πάντας τους παίδας του βασιλέως Δαυίδ και πας ο λαός και πάντες οι δυνατοί εκ δεξιών και εξ αριστερών του βασιλέως και ούτως είπε Σεμεϊ εν τω καταράσθαι αυτόν έξελθε έξελθε ανήρ των αιμάτων και ανήρ ο παράνομος επέστρεψεν επί σε κύριος πάντα τα αίματα του οίκου Σαούλ ανθ΄ ων εβασίλευσας αντ΄ αυτού και έδωκε κύριος την βασιλείαν εις χείρας Αβεσαλώμ του υιού σου και ιδού συ εν τη κακία σου ότι ανήρ αιμάτων συ και είπεν Αβεσσά υιός Σαρουϊα προς τον βασιλέα ινατί καταράται ο κύων ο τεθνηκώς ούτος τον κύριόν μου τον βασιλέα διαβήσομαι δη και αφελώ την κεφαλήν αυτού 10 και είπεν ο βασιλεύς προς Αβεσσά τι εμοί και υμίν υιοί Σαρουϊα και άφετε αυτόν και ούτως καταράσθω ότι κύριος είπεν αυτώ καταράσθαι τον Δαυίδ και τις ερεί αυτώ τι εποίησας ούτως 11 και είπε Δαυίδ προς Αβεσσά και προς πάντας τους παίδας αυτού ιδού ο υιός μου ο εξελθών εκ της κοιλίας μου ζητεί την ψυχήν μου και προσέτι νυν ο υιός του Ιεμιναίου άφετε αυτόν καταράσθαι ότι είπεν αυτώ κύριος 12 είπως ίδοι κύριος εν τη ταπεινώσεί μου και επιστρέψει μοι αγαθά αντί της κατάρας αυτού τη ημέρα ταύτη 13 και επορεύετο Δαυίδ και πάντες οι άνδρες αυτού εν τη οδώ και Σεμεϊ επορεύετο κατά το κλίτος του όρους εχόμενα αυτού επορεύετο και κατηράτο και έβαλλε λίθους επ΄ αυτόν και τω χοϊ πάσσων 14 και ήλθεν ο βασιλεύς και πας ο λαός μετ΄ αυτού εκλελυμένοι και ανέψυξαν εκεί 15 και Αβεσαλώμ και πας ανήρ Ισραήλ εισήλθον εις Ιερουσαλήμ και Αχιτόφελ μετ΄ αυτού 16 και εγένετο ότε ήλθε Χουσί ο αρχιεταίρος Δαυίδ προς Αβεσαλώμ και είπε Χουσί τω Αβεσαλώμ ζήτω ο βασιλεύς ζήτω ο βασιλεύς 17 και είπεν Αβεσαλώμ τω Χουσί τούτο το έλεός σου μετά του εταίρου σου ινατί ουκ επορεύθης μετά του εταίρου σου 18 και είπε Χουσί προς τον Αβεσαλώμ ουχί αλλά κατόπισθεν ου εξελέξατο κύριος και ο λαός ούτος και πας ανήρ Ισραήλ αυτώ έσομαι και μετά αυτού καθήσομαι 19 και το δεύτερον τίνι εγώ δουλεύσω ουχί ενώπιον του υιού αυτού καθάπερ εδούλευσα ενώπιον του πατρός σου ούτως έσομαι ενώπιόν σου

Absalom Disgraces David

20 και είπεν Αβεσαλώμ προς Αχιτόφελ δότε εαυτοίς βουλήν τι ποιήσωμεν 21 και είπεν Αχιτόφελ προς Αβεσαλώμ είσελθε προς τας παλλακάς του πατρός σου ας κατέλιπε φυλάσσειν τον οίκον αυτού και ακούσεται πας Ισραήλ ότι κατήσχυνας τον πατέρα σου και ενισχύσουσιν αι χείρες πάντων των μετά σου 22 και έπηξαν την σκηνήν τω Αβεσαλώμ επί το δώμα και εισήλθεν Αβεσαλώμ προς τας παλλακάς του πατρός αυτού εν οφθαλμοίς παντός του Ισραήλ 23 και η βουλή Αχιτόφελ ην εβουλεύσατο εν ταις ημέραις ταις πρώταις ον τρόπον επερωτήση τις εν λόγω του θεού ούτως πάσα η βουλή του Αχιτόφελ και τω Δαυίδ και τω Αβεσαλώμ
Copyright information for ABPGRK