2 Samuel 17

CHAPTER 17

Absalom Prepares for War against David

και είπεν Αχιτόφελ προς Αβεσαλώμ επιλέξω δη εμαυτώ δώδεκα χιλιάδας ανδρών και αναστήσομαι και καταδιώξω οπίσω Δαυίδ την νύκτα και επελεύσομαι επ΄ αυτόν και αυτός κοπιών και εκλελυμένος χερσί και εκστήσω αυτόν και φεύξεται πας ο λαός ο μετ΄ αυτού και πατάξω τον βασιλέα μονώτατον και επιστρέψω πάντα τον λαόν προς σε ον τρόπον επιστρέφει νύμφη προς τον άνδρα αυτής πλην ψυχήν ανδρός ενός συ ζητείς και παντί τω λαώ έσται ειρήνη και ήρεσεν ο λόγος εν οφθαλμοίς Αβεσαλώμ και εν οφθαλμοίς πάντων των πρεσβυτέρων Ισραήλ και είπεν Αβεσαλώμ καλέσατε δη τον Χουσί τον Αραχί και ακουσόμεθα τι εν τω στόματι αυτού και γε αυτού και εισήλθε Χουσί προς Αβεσαλώμ και είπεν Αβεσαλώμ προς αυτόν λέγων κατά το ρήμα τούτο ελάλησεν Αχιτόφελ ει ποιήσομεν κατά τον λόγον αυτού ει δε μη συ λάλησον και είπε Χουσί προς Αβεσαλώμ ουκ αγαθή αύτη η βουλή ην εβουλεύσατο Αχιτόφελ το άπαξ τούτο και είπε Χουσί συ οίδας τον πατέρα σου και τους άνδρας αυτού ότι δυνατοί εισι σφόδρα και κατάπικροι τη ψυχή αυτών ως άρκος ητεκνωμένη εν τω πεδίω και ο πατήρ σου ανήρ πολεμιστής και ου μη καταπαύσει τον λαόν ιδού γαρ αυτός νυν κέκρυπται εν ενί των αυλώνων η εν ενί των τόπων και έσται εν τω επιπεσείν αυτοίς εν αρχή και ακούση ο ακούων και είπη εγενήθη θραύσις εν τω λαώ τω οπίσω Αβεσαλώμ 10 και γε αυτός υιός δυνάμεως ου η καρδία καθώς η καρδία του λέοντος τηκομένη τακήσεται ότι οίδε πας Ισραήλ ότι δυνατός ο πατήρ σου και υιοί δυνάμεως πάντας οι μετ΄ αυτού 11 ούτως συμβουλεύων εγώ συνεβούλευσα και συναγόμενος συναχθήσεται επί σε πας Ισραήλ από Δαν και έως Βηρσαβεέ ως η άμμος η επί της θαλάσσης εις πλήθος και το πρόσωπόν σου πορεύσεται εν μέσον αυτών 12 και ήξομεν επ΄ αυτόν εις ένα των τόπων ου αν εύρωμεν αυτόν εκεί και παρεμβαλούμεν επ΄ αυτόν ως πίπτει δρόσος επί την γην και ουχ υπολειψόμεθα εν αυτώ και τοις ανδρασίν αυτού τοις μετ΄ αυτού και γε ένα 13 και εάν εις την πόλιν συναχθή και λήψεται πας Ισραήλ προς την πόλιν εκείνην σχοινία και συρούμεν αυτήν έως εις τον χειμάρρουν έως μη καταλειφθή εκεί μηδέ λίθος 14 και είπεν Αβεσαλώμ και πας ανήρ Ισραήλ αγαθή η βουλή Χουσί του Αραχί υπέρ την βουλήν Αχιτόφελ και κύριος ενετείλατο του διασκεδάσαι την βουλήν του Αχιτόφελ την αγαθήν όπως αν επαγάγη κύριος τα κακά επί Αβεσαλώμ 15 και είπε Χουσί προς Σαδώκ και προς Αβιαθάρ τους ιερείς ούτω και ούτω συνεβούλευσεν Αχιτόφελ τω Αβεσαλώμ και τοις πρεσβυτέροις Ισραήλ και ούτω και ούτω συνεβούλευσα εγώ

David Is Warned of Absalom's Plans

16 και νυν αποστείλατε ταχύ και απαγγείλατε τω Δαυίδ λέγοντες μη αυλισθής την νύκτα κατά δυσμάς της ερήμου αλλά διαβαίνων διάβηθι όπως μη καταποθή ο βασιλεύς και πας ο λαός ο μετ΄ αυτού 17 και Ιωναθάν και Αχιμάας ειστήκεισαν επί τη πηγή Ρωγήλ και επορεύθη η παιδίσκη και ανήγγειλεν αυτοίς και αυτοί πορεύονται και αναγγέλλουσι τω βασιλεί Δαυίδ ότι ουκ ηδύναντο οφθήναι του εισελθείν εις την πόλιν 18 και είδεν αυτούς παιδάριον και ανήγγειλε τω Αβεσαλώμ και επορεύθησαν οι δύο ταχέως και εισήλθον εις οίκον ανδρός εν Βαουρίμ και αυτώ λάκκος εν τη αυλή και κατέβησαν εκεί 19 και έλαβεν η γυνή και διεπέτασε το επικάλυμμα επί του στόματος του λάκκου και έψυξεν επ΄ αυτώ παλάθας και ουκ εγνώσθη το ρήμα 20 και ήλθον οι παίδες Αβεσαλώμ προς την γυναίκα εις τον οίκον και είπον που Αχιμάας και Ιωναθάν και είπεν αυτοίς η γυνή παρήλθον μικρόν του ύδατος και εζήτουν και ουχ εύρισκον και ανέστρεψαν εις Ιερουσαλήμ 21 εγένετο δε μετά το απελθείν αυτούς ανέβησαν εκ του λάκκου και επορεύθησαν και απήγγειλαν τω βασιλεί Δαυίδ και λέγουσιν αυτώ ανάστητε και διάβητε ταχέως το ύδωρ ότι τάδε βεβούλευται κατ΄ υμών Αχιτόφελ 22 και ανέστη Δαυίδ και πας ο λαός ο μετ΄ αυτού και διέβησαν τον Ιορδάνην έως του φωτός του πρωϊ έως ενός ουκ έλαθεν ος ου διέβη τον Ιορδάνην 23 και Αχιτόφελ είδεν ότι ουκ γέγονεν η βουλή αυτού και επέσαξε τον όνον αυτού και ανέστη και απήλθεν εις τον οίκον αυτού εις την πόλιν αυτού και ενετείλατο τω οίκω αυτού και απήγξατο και απέθανε και ετάφη εν τω τάφω του πατρός αυτού 24 και Δαυίδ διήλθεν εις Μαναϊμ και Αβεσαλώμ διέβη τον Ιορδάνην αυτός και πας ανήρ Ισραήλ μετ΄ αυτού

Amasa Is Placed over the Force of Abasalom

25 και τον Αμεσσά κατέστησεν Αβεσαλώμ αντί Ιωάβ επί της δυνάμεως και Αμεσσά υιός ανδρός και όνομα αυτώ Ιεθέρ ο Ισραελίτου ος εισήλθε προς Αβιγαϊλ θυγατέρα Νάας αδελφήν Σαρουϊα μητρός Ιωάβ 26 και παρενέβαλεν Αβεσαλώμ και πας Ισραήλ εις την γην Γαλαάδ 27 και εγένετο ότε εισήλθε Δαυίδ εις Μαναϊμ και Σοβί υιός Νάας εκ Ραβάθ υιών Αμμών και Μαχίρ υιός Αμιήλ εκ Λωδαβάρ και Βερζελαϊ ο Γαλααδίτης εκ Ρογελίμ 28 ήνεγκαν κοίτας και αμφιτάπους και λέβητας και σκεύη κεράμων και πυρούς και κριθάς και άλευρα και κύαμον και φακόν και αλφϊτα 29 και μέλι και βούτυρον και πρόβατα και σαφώθ βοών και προσήνεγκαν τω Δαυίδ και τω λαώ τω μετ΄ αυτού φαγείν ότι είπαν ο λαός πεινών και εκλελυμένος και διψών εν τη ερήμω
Copyright information for ABPGRK