2 Samuel 18

CHAPTER 18

Leaders of David's Forces

και επεσκέψατο Δαυίδ πάντα τον λαόν τον μετ΄ αυτού και κατέστησεν επ΄ αυτούς χιλιάρχους και εκατοντάρχους και απέστειλε Δαυίδ τον λαόν το τρίτον εν χειρί Ιωάβ και το τρίτον εν χειρί Αβεσσά υιόυ Σαρουίας αδελφού Ιωάβ και το τρίτον εν χειρί Εθί του Γεθαίου και είπεν ο βασιλεύς προς τον λαόν εξελθών εξελεύσομαι και γε εγώ μεθ΄ υμών και είπεν ο λαός ουκ εξελεύση ότι εάν φυγή φύγωμεν ου θήσουσιν εφ΄ ημάς καρδίαν και εάν αποθάνωμεν το ήμισυ ημών ου θήσουσιν εφ΄ ημάς καρδίαν ότι συ ως ημείς δέκα χιλιάδες και νυν αγαθόν ότι έση ημίν εν τη πόλει εις βοηθόν ημών και είπε προς αυτούς ο βασιλεύς το αρέση ενώπιον υμών ποιήσω και έστη ο βασιλεύς παρά το κλίτος της πύλης και πας ο λαός εξεπορεύετο εις εκατοντάδας και εις χιλιάδας και ενετείλατο ο βασιλεύς τω Ιωάβ και τω Αβεσσά και τω Εθί λέγων φείσασθέ μοι του παιδαρίου του Αβεσαλώμ και πας ο λαός ήκουσεν εντελλομένου του βασιλέως πάσι τοις άρχουσιν υπέρ Αβεσαλώμ και εξήλθε πας ο λαός εις το πεδίον εις απάντησιν τω Ισραήλ και εγένετο ο πόλεμος εν τω δρυμώ Εφραϊμ και έπταισεν εκεί ο λαός Ισραήλ ενώπιον των παίδων Δαυίδ και εγένετο η θραύσις μεγάλη εν τη ημέρα εκείνη είκοσι χιλιάδες ανδρών και εγένετο εκεί ο πόλεμος διεσπαρμένος επί πρόσωπον πάσης της γης και επλεόνασεν ο δρυμός του καταφαγείν εκ του λαού υπέρ ους κατέφαγεν η ρομφαία εν τω λαώ τη ημέρα εκείνη και συνήντησεν Αβεσαλώμ ενώπιον των παίδων Δαυίδ και Αβεσαλώμ ην επιβεβηκώς επί του ημιόνου και εισήλθεν ο ημίονος υπό το δάσος της δρυός της μεγάλης και περιεπλάκη η κεφαλή αυτού εν τη δρυϊ και εκρεμάσθη αναμέσον του ουρανού και αναμέσον της γης και ο ημίονος υποκάτω αυτού παρήλθε 10 και είδεν ανήρ εις και ανήγγειλε τω Ιωάβ και είπεν ιδού εώρακα τον Αβεσαλώμ κρεμάμενον εν τη δρυϊ 11 και είπεν Ιωάβ τω ανδρί τω αναγγέλλοντι αυτώ και ιδού εώρακας και τι ότι ουκ επάταξας αυτόν εκεί εις την γην και εγώ έδωκα αν σοι δέκα σίκλους αργυρίου και παραζώνην μίαν 12 είπε δε ο ανήρ προς Ιωάβ και εάν συ παριστάς επί τας χείράς μου χιλίους σίκλους αργυρίου ου μη επιβάλω την χείρά μου επί τον υιόν του βασιλέως ότι εν τοις ωσίν ημών ενετείλατο ο βασιλεύς σοι και τω Αβεσσά και τω Εθί λέγων φυλάξατέ μοι το παιδάριον τον Αβεσαλώμ 13 μη ποιήσαι εν τη ψυχή αυτού άδικον και πας ο λόγος ου λήσεται από του βασιλέως και συ στήση εξεναντίας

Joab Kills Absalom

14 και είπεν Ιωάβ τούτο εγώ άρξομαι ουχ ούτως μενώ ενώπιόν σου και έλαβεν Ιωάβ τρία βέλη εν τη χειρί αυτού και ενέπηξεν αυτά εν τη καρδία Αβεσαλώμ έτι αυτού ζώντος εν τη καρδία της δρυός 15 και εκύκλωσαν δέκα παιδάρια αίροντα τα σκεύη Ιωάβ και επάταξαν τον Αβεσαλώμ και εθανάτωσαν αυτόν 16 και εσάλπισεν Ιωάβ εν σάλπιγγι και απέστρεψεν ο λαός του μη διώκειν οπίσω Ισραήλ ότι εφείδετο Ιωάβ του λαού 17 και έλαβεν Ιωάβ τον Αβεσαλώμ και έρριψεν αυτόν εις χάσμα μέγα εν τω δρυμώ εις τον βόθυνον τον μέγαν και έστησαν επ΄ αυτόν σωρόν λίθων μέγαν σφόδρα και πας Ισραήλ έφυγεν έκαστος εις το σκήνωμα αυτού 18 και Αβεσαλώμ έτι ζων έλαβε και έστησεν εαυτώ στήλην εν τη κοιλάδι του βασιλέως ότι είπεν ουκ έστι μοι υιός αναμιμνήσκησεται το όνομά μου και εκάλεσε την στήλην επί τω ονόματι αυτού και εκάλεσεν αυτήν Χειρ Αβεσαλώμ έως της ημέρας ταύτης 19 και Αχιμάας υιός Σαδώκ είπε δραμών δη ευαγγελιούμαι τω βασιλεί ότι έκρινεν αυτώ κύριος εκ χειρός των εχθρών αυτού 20 και είπεν αυτώ Ιωάβ ουκ ανήρ ευαγγελίων ει συ εν τη ημέρα ταύτη και συ ευαγγελιή εν ημέρα άλλη εν δε τη ημέρα ταύτη ουκ ευαγγελιή οτι υιός του βασιλέως τέθνηκε 21 και είπεν Ιωάβ τω Χουσί πορεύου ανάγγειλον τω βασιλεί α εώρακας και προσεκύνησε Χουσί τω Ιωάβ και έδραμεν 22 και προσέθετο έτι Αχιμάας υιός Σαδώκ και είπε τω Ιωάβ και έστω ότι δράμω και γε εγώ οπίσω του Χουσί και είπεν Ιωάβ ινατί συ τρέχεις τέκνον μου ουκ έστι σοι ευαγγελία εις ωφέλειαν πορευομένω 23 και είπεν Αχιμάας τι γαρ εάν δράμω και είπεν αυτώ Ιωάβ δράμε και έδραμεν Αχιμάας κατά την οδόν του Κεχάρ και υπερέβη τον Χουσί 24 και Δαυίδ εκάθητο αναμέσον των δύο πυλών και επορεύθη ο σκοπός εις το δώμα της πύλης προς το τείχος και ήρε τους οφθαλμούς αυτού και είδε και ιδού ανήρ τρέχων μόνος ενώπιον αυτού 25 και ανεβόησεν ο σκοπός και απήγγειλε τω βασιλεί και είπεν ο βασιλεύς ει μόνος εστίν ευαγγέλια εν τω στόματι αυτού και επορεύετο πορευόμενος και εγγίζων 26 και είδεν ο σκοπός άνδρα έτερον τρέχοντα και ανεβόησεν ο σκοπός προς τη πύλη και είπεν ιδού ανήρ έτερος τρέχων μόνος και είπεν ο βασιλεύς και ούτος ευαγγελιζόμενός εστι 27 και είπεν ο σκοπός εγώ ορώ τον δρόμον του πρώτου ως δρόμον Αχιμάας υιόυ Σαδώκ και είπεν ο βασιλεύς ανήρ αγαθός ούτος και γε εις ευαγγελίαν αγαθήν ελεύσεται 28 και εβόησεν Αχιμάας και είπε προς τον βασιλέα ειρήνη και προσεκύνησε τω βασιλεί επί πρόσωπον αυτού επί την γην και είπεν ευλογητός κύριος ο θεός σου ος απέκλεισε τους άνδρας τους επηρμένους την χείρα αυτών επί τον κύριον μου τον βασιλέα 29 και είπεν ο βασιλεύς ειρήνη τω παιδαρίω τω Αβεσαλώμ και είπεν Αχιμάας είδον το πλήθος το μέγα ευφραινόμενον εν τω αποστείλαι Ιωάβ τον παίδα του βασιλέως και τον δούλόν σου και ουκ έγνων τι εκεί 30 και είπεν ο βασιλεύς επίστρεψον και παράστηθι ώδε και επεστράφη και έστη 31 και ιδού ο Χουσί παρεγένετο και είπεν ο Χουσί τω βασιλεί ευαγγελισθήτω ο κύριός μου ο βασιλεύς ότι έκρινέ σοι κύριος σήμερον εκ χειρός πάντων των επεγειρομένων επί σε 32 και είπεν ο βασιλεύς προς τον Χουσί ει ειρήνη τω παιδαρίω τω Αβεσαλώμ και είπεν ο Χουσί γένοιντο ως το παιδάριον οι εχθροί του κυρίου μου του βασιλέως και πάντες όσοι επανέστησάν σοι εις κακά 33 και εταράχθη ο βασιλεύς και ανέβη εις το υπερώον της πύλης και έκλαυσε και ούτως είπεν εν τω κλαίειν αυτόν υιέ μου Αβεσαλώμ υιέ μου υιέ μου Αβεσαλώμ τις δώη τον θάνατόν μου αντί σου εγώ αντί σου Αβεσαλώμ υιέ μου υιέ μου
Copyright information for ABPGRK