2 Samuel 19

CHAPTER 19

David Mourns Absalom's Death

και ανηγγέλη τω Ιωάβ λέγοντες ιδού ο βασιλεύς κλαίει και πενθεί επί Αβεσαλώμ και εγένετο η σωτηρία εν τη ημέρα εκείνη εις πένθος παντί τω λαώ ότι ήκουσεν ο λαός εν τη ημέρα εκείνη λεγόντων ότι λυπείται ο βασιλεύς περι του υιόυ αυτού και διεκλέπτετο ο λαός εν τη ημέρα εκείνη του εισελθείν εις την πόλιν καθώς διακλέπτεται ο λαός οι αισχυνόμενοι εν τω φεύγειν αυτούς εν τω πολέμω και ο βασιλεύς έκρυψε το πρόσωπον αυτού και έκραξεν ο βασιλεύς φωνή μεγάλη λέγων υιέ μου Αβεσαλώμ Αβεσαλώμ υιέ μου και εισήλθεν Ιωάβ προς τον βασιλέα εις τον οίκον και είπε κατήσχυνας συ σήμερον τα πρόσωπα πάντων των παίδων σου των διασωσάντων την ψυχήν σου σήμερον και την ψυχήν των υιών σου και των θυγατέρων σου και την ψυχήν των γυναικών σου και την ψυχήν των παλλακών σου του αγαπάν τους μισούντάς σε και μισείν τους αγαπώντάς σε οτι ανήγγειλας σήμερον ότι ουκ εισί σοι άρχοντες ουδέ παίδες ότι οιδα ότι Αβεσαλώμ ει έζη σήμερον και πάντες αν ημείς απεθάνομεν ότι τότε ήρεσκεν ενώπιόν σου και νυν ανάστηθι έξελθε και λάλησον επι την καρδίαν των παίδων σου ότι εν κυρίω ώμοσα ότι ει μη συ εκπορεύση ου μη μείνη ανήρ μετά σου την νύκτα ταύτην και επίγνωθι τούτο σεαυτώ οτι κακόν σοι τούτο υπέρ παν το κακόν το επελθόν σοι εκ νεότητός σου έως του νυν και ανέστη ο βασιλεύς και εκάθισεν επί της πύλης και πας ο λαός ανήγγειλαν λέγοντες ιδού ο βασιλεύς κάθηται επί την πύλην και παρεγένετο πας ο λαός ενώπιον του βασιλέως και Ισραήλ έφυγεν έκαστος εις το σκήνωμα αυτού και ην πας ο λαός διακρινόμενος εν πάσαις ταις φυλαίς Ισραήλ λέγοντες ο βασιλεύς Δαυίδ ερρύσατο ημάς εκ χειρός πάντων των εχθρών ημών και αυτός εξείλετο ημάς εκ χειρός των αλλοφύλων και νυν πέφευγεν από της γης 10 και Αβεσαλώμ ον εχρίσαμεν εφ΄ ημών απέθανεν εν τω πολέμω και νυν ινατί υμείς κωφεύετε του επιστρέψαι τον βασιλέα και το ρήμα παντός Ισραήλ ήλθε προς τον βασιλέα 11 και ο βασιλεύς Δαυίδ απέστειλε προς Σαδώκ και προς Αβιαθάρ τους ιερείς λέγων λαλήσατε προς τους πρεσβυτέρους Ιούδα λέγοντες ινατί γίνεσθε έσχατοι του επιστρέψαι τον βασιλέα εις τον οίκον αυτού και ο λόγος παντός Ισραήλ ήλθε προς τον βασιλέα 12 αδελφοί μου υμείς οστούν μου και σαρξ μου ινατί γίνεσθε εις τους εσχάτους του επιστρέψαι τον βασιλέα εις τον οίκον αυτού 13 και τω Αμεσσά ερείτε ουχί οστούν μου και σαρξ μου συ και νυν τάδε ποιήσαι μοι ο θεός και τάδε προσθείη ει μη άρχων δυνάμεως έση ενώπιον εμού πάσας τας ημέρας αντί Ιωάβ 14 και έκλινε την καρδίαν παντός ανδρός Ιούδα ως ανδρός ενός και απέστειλαν προς τον βασιλέα λέγοντες επίστρεφε συ και πάντες οι παίδές σου 15 και επέστρεψεν ο βασιλεύς και ήλθεν έως του Ιορδάνου και άνδρες Ιούδα ήλθαν εις Γάλγαλα του πορεύεσθαι εις απαντήν του βασιλέως του διαβιβάσαι τον βασιλέα τον Ιορδάνην 16 και ετάχυνε Σεμεϊ υιός Γηρά υιόυ του Ιεμινί εκ Βαχουρίν και κατέβη μετά των ανδρών Ιούδα εις απάντησιν τω βασιλεί Δαυίδ 17 και χίλιοι άνδρες μετ΄ αυτού εκ του Βενιαμίν και Σιβά το παιδάριον του οίκου Σαούλ και πεντεκαίδεκα υιοί αυτού και είκοσι δούλοι αυτού μετ΄ αυτού και κατεύθυναν επί τον Ιορδάνην ενώπιον του βασιλέως

David Returns to Jerusalem

18 και διέβη η διάβασις του εξεγείραι τον οίκον του βασιλέως και του ποιήσαι το ευθές εν οφθαλμοίς αυτού και Σεμεϊ υιός Γηρά έπεσεν επί πρόσωπον αυτού ενώπιον του βασιλέως διαβαίνοντος αυτού τον Ιορδάνην 19 και είπε προς τον βασιλέα μη δη λογισάσθω ο κύριός μου ανομίαν και μη μνησθήτω όσα ηδίκησεν ο δούλός σου εν τη ημέρα η εξεπορεύετο ο κύριός μου ο βασιλεύς εξ Ιερουσαλήμ του θέσθαι τον βασιλέα επι την καρδιαν αυτού 20 ότι έγνω ο δούλός σου ότι ημάρτηκα και ιδού εγώ παραγέγονα σήμερον πρώτος παντός του οίκου Ιωσήφ του καταβήναί με εις την απάντησιν του κυρίου μου του βασιλέως 21 και απεκρίθη Αβεσσά υιός Σαρουϊα και είπεν αντί τούτου ου θανατωθήσεται Σεμεϊ ότι κατηράσατο τον χριστόν κυρίου 22 και είπε Δαυίδ τι εμοί και υμίν υιοί Σαρουϊα ότι γίνεσθέ μοι σήμερον εις επίβουλον ει σήμερον θανατωθήσεταί τις ανήρ εν Ισραήλ ουκ οίδα ότι σήμερον βασιλεύω εγώ επί τον Ισραήλ 23 και είπεν ο βασιλεύς προς Σεμεϊ ου θανατωθήση και ώμοσεν αυτώ ο βασιλεύς 24 και Μεφιβόσεθ υιός Ιωναθάν υιόυ Σαούλ κατέβαινεν εις απάντησιν τω βασιλεί και ουκ εθεράπευσε τους πόδας αυτού ουδέ εποίησε τον μύστακα αυτού και τα ιμάτια αυτού ουκ έπλυνεν από της ημέρας ης απήλθεν ο βασιλεύς έως της ημέρας ης παρεγένετο εν ειρήνη 25 και εγένετο ότε εισήλθεν εις Ιερουσαλήμ εις απάντησιν τω βασιλεί και είπεν αυτώ ο βασιλεύς τι ότι ουκ επορεύθης μετ΄ εμού Μεφιβόσεθ 26 και είπε προς αυτόν Μεφιβόσεθ κύριέ μου βασιλεύ ο δούλός μου παρελογίσατό με ότι είπεν ο δούλός σου αυτώ επίσαξόν μοι τον όνον και επιβώ επ΄ αυτόν και πορεύσομαι μετά του βασιλέως ότι χωλός ο δούλός σου 27 και μεθώδευσεν εν του δούλου σου προς τον κύριόν μου τον βασιλέα και ο κύριός μου ο βασιλεύς ως άγγελος θεού και ποίησον το αγαθόν εν οφθαλμοίς σου 28 ότι ουκ ην πας ο οίκος του πατρός μου αλλ η άνδρες θανάτου τω κυρίω μου τω βασιλεί και έθηκας τον δούλόν σου εν τοις εσθίουσι εν τη τραπέζη σου και τι έστι μοι έτι δικαίωμα και του κεκραγέναι έτι προς τον βασιλέα 29 και είπεν αυτώ ο βασιλεύς ινατί λαλείς έτι τους λόγους σου είπον συ και Σιβά διελείσθε τον αγρόν 30 και είπε Μεφιβόσεθ προς τον βασιλέα και τα πάντα λαβέτω μετά το παραγένεσθαι τον κύριόν μου τον βασιλέα εν ειρήνη εις τον οίκον αυτού

David Shows Kindness to Barzillai

31 και Βερζελλί ο Γαλααδίτης κατέβη εκ Ρωγελλίν και διέβη μετά του βασιλέως τον Ιορδάνην του προπέμψαι αυτόν εκ τον Ιορδάνην 32 και Βερζελλί πρεσβύτης σφόδρα υιός ογδοήκοντα ετών και αυτός διέθρεψε τον βασιλέα εν τω οικείν αυτόν εν Μαναϊμ ότι ανήρ μέγας ην σφόδρα 33 και είπεν ο βασιλεύς προς τον Βερζελλί συ διαβήση μετ΄ εμού και διαθρέψω το γήράς σου μετ΄ εμού εν Ιερουσαλήμ 34 και είπε Βερζελλί προς τον βασιλέα πόσαι αι ημέραι ετών ζωής μου ίνα αναβώ μετά του βασιλέως εις Ιερουσαλήμ 35 υιός ογδοήκοντα ετών εγώ ειμι σήμερον μη γνώσομαι αναμέσον αγαθού και αναμέσον κακού ει γεύσεται έτι ο δούλός σου ο φάγομαι η πίομαι ει ακούσομαι έτι φωνήν αδόντων και αδουσών και ινατί γίνεται ο δούλός σου φορτίον επί τον κύριόν μου τον βασιλέα 36 οτι ολίγον διαβήσεται ο δούλός σου τον Ιορδάνην μετά του βασιλέως και ινατί ο κύριός μου ο βασιλεύς ανταποδίδωσί μοι τούτο ανταπόδομα 37 αποστρεψάτω δη ο δούλός σου και αποθανούμαι εν τη πόλει μου παρά τω τάφω του πατρός μου και της μητρός μου και ιδού ο δούλός σου Χιμαάν ο υιός μου διαβήσεται μετά του κυρίου μου του βασιλέως και ποιήσεις αυτώ το αρεστόν ενώπιόν σου 38 και είπεν ο βασιλεύς μετ΄ εμού διαβήτω Χιμαάν καγώ ποιήσω αυτώ το αρεστόν ενώπιόν σου και ο αν επιτάξης εμοί ποιήσω σοι 39 και διέβη πας ο λαός τον Ιορδάνην και ο βασιλεύς ειστήκει και κατεφίλησεν ο βασιλεύς τον Βερζελλί και ευλόγησεν αυτόν και επέστρεψεν εις τον τόπον αυτού 40 και διέβη ο βασιλεύς εις Γάλγαλα και Χιμαάν διέβη μετ΄ αυτού και πας ο λαός Ιούδα διαβίβασαν αυτόν και το ήμισυ του λαού Ισραήλ 41 και ιδού πας ανήρ Ισραήλ παρεγένοντο προς τον βασιλέα και είπον τω βασιλέα τι ότι έκλεψάν σε οι αδελφοί ημών οι άνδρες Ιούδα και διεβίβασαν τον βασιλέα και τον οίκον αυτού τον Ιορδάνην και πάντες τους άνδρες Δαυίδ μετ΄ αυτού 42 και απεκρίθησαν άνδρες Ιούδα τοις άνδρασιν Ισραήλ και είπον διότι εγγίζει ημίν ο βασιλεύς και ινατί τούτο εθυμώθης περί του λόγου τούτου η εσθίοντες βεβρώκαμέν τι βρώμα παρά του βασιλέως η δόμα δέδωκεν ημίν 43 και απεκρίθησαν οι άνδρες Ισραήλ προς τους άνδρας Ιούδα και είπον δέκα μοι χείρες εν τω βασιλεί και γε εν τω Δαυίδ ειμί υπέρ σε και τι ότι ύβρισάς με και ουκ εγένετο ο ρήμά μου πρότερον του επιστρέψαι τον βασιλέα εμοί και εσκληρύνθη ο ρήμα ανδρών Ιούδα υπέρ τον ρήμα ανδρών Ισραήλ
Copyright information for ABPGRK