2 Samuel 2

CHAPTER 2

David Dwells in Hebron

και εγένετο μετά ταύτα και επηρώτησε Δαυίδ εν κυρίω λέγων ει αναβώ εις μίαν των πόλεων της Ιούδα και είπε κύριος προς αυτόν ανάβηθι και είπε Δαυίδ που αναβώ και είπεν εις Χεβρών και ανέβη εκεί Δαυίδ και αμφότεραι αι γυναίκες αυτού Αχιναάμ η Ιεζραηλίτις και Αβιγαϊλ η γυνή Ναβάλ του Καρμηλίτου και οι άνδρες οι μετ΄ αυτού έκαστος και ο οίκος αυτού και κατώκουν εν ταις πόλεσι Χεβρών και έρχονται οι άνδρες της Ιουδαίας και χρίουσι τον Δαυίδ εκεί του βασιλεύειν επί τον οίκον Ιούδα και απήγγειλαν τω Δαυίδ λέγοντες οι άνδρες Ιαβίς της Γαλααδίτιδος έθαψαν τον Σαούλ και απέστειλε Δαυίδ αγγέλους προς τους ηγουμένους Ιαβίς της Γαλααδίτιδος και είπε προς αυτούς ευλογημένοι υμείς τω κυρίω ότι εποιήσατε το έλεος τούτο επί τον κύριον υμών επί τον Σαούλ και εθάψατε αυτόν και νυν ποιήσαι κύριος μεθ΄ υμών έλεος και αλήθειαν και γε εγώ ποιήσω μεθ΄ υμών το αγαθόν τούτο ότι εποιήσατε το ρήμα τούτο και νυν κραταιούσθωσαν αι χείρες υμών και γίνεσθε εις υιούς δυνατούς ότι τέθνηκε Σαούλ ο κυριός υμών και γε εμέ κέχρικεν ο οίκος Ιούδα εφ΄ εαυτούς εις βασιλέα και Αβενήρ υιός Νηρ αρχιστράτηγος του Σαούλ έλαβε τον Ισβόσεθ υιόν του Σαούλ και ανεβίβασεν αυτόν εκ της παρεμβολής εις Μαναέμ και εβασίλευσεν αυτόν επί την Γαλααδίτιν και επί τον Ασερί και επί την Ιζραήλ και επί τον Εφραϊμ και επί τον Βενιαμίν και επί πάντα Ισραήλ

Ishbosheth Reigns in Israel

10 τεσσαράκοντα ετών Ισβόσεθ υιός Σαούλ ότε εβασίλευσεν επί Ισραήλ και δύο έτη εβασίλευσε πλην του οίκου Ιούδα οι ήσαν οπίσω Δαυίδ 11 και εγένετο αριθμός των ημερών ων Δαυίδ εβασίλευσεν εν Χεβρών επί τον οίκον Ιούδα επτά έτη και μήνας εξ 12 και εξήλθεν Αβενήρ υιός Νηρ και οι παίδες Ισβόσεθ υιόυ Σαούλ εκ Μαναέμ εις Γαβαών 13 και Ιωάβ υιός Σαρουϊα και οι παίδες Δαυίδ εξήλθον εκ Χεβρών και συναντώσιν αυτοίς επί την κρήνην την Γαβαών και εκάθισαν ούτοι εντεύθεν και ούτοι επί την κρήνην εντεύθεν 14 και είπεν Αβενήρ προς Ιωάβ αναστήτωσαν δη τα παιδάρια και παιξάτωσαν ενώπιον ημών και είπεν Ιωάβ αναστήτωσαν 15 και ανέστησαν και παρήλθον εν αριθμώ δώδεκα των παίδων Βενιαμίν του Ισβόσεθ υιόυ Σαούλ και δώδεκα των παίδων Δαυίδ

Abner Wars with David

16 και εκράτησαν έκαστος τη χειρί την κεφαλήν του πλησίον αυτού και η μάχαιρα αυτού εις την πλευράν του πλησίον αυτού και πίπτουσι κατά το αυτό και εκλήθη τω τόπω εκείνω Μερίς των επιβούλων η εστιν εν Γαβαών 17 και εγένετο ο πόλεμος σκληρός ώστε λίαν εν τη ημέρα εκείνη και έπταισεν Αβενήρ και οι άνδρες Ισραήλ ενώπιον των παίδων Δαυίδ 18 και εγένοντο εκεί τρεις υιοί Σαρουϊα Ιωάβ και Αβεσσά και Ασσαήλ και Ασσαήλ κούφος τοις ποσίν αυτού ωσεί μία δορκάς των εν αγρώ 19 και κατεδίωξεν Ασσαήλ οπίσω Αβενήρ και ουκ εξέκλινε του πορεύεσθαι εις τα δεξιά ουδέ εις τα αριστερά κατόπισθεν Αβενήρ 20 και επέβλεψεν Αβενήρ εις τα οπίσω αυτού και είπεν συ ει αυτός Ασσαήλ και είπεν εγώ ειμι

Abner Kills Asahel

21 και είπεν αυτώ Αβενήρ έκκλινον συ εις τα δεξιά η εις τα αριστερά και κατάσχε σεαυτώ εν των παιδαρίων και λάβε σεαυτώ την πανοπλίαν αυτού και ουκ ηθέλησεν Ασσαήλ εκκλίναι εκ των όπισθεν αυτού 22 και προσέθετο έτι Αβενήρ λέγων τω Ασαήλ απόστηθι απ΄ εμού ίνα μη πατάξω σε εις την γην και πως αρώ το πρόσωπόν μου προς Ιωάβ τον αδελφόν σου 23 και ουκ εβούλετο του αποστήναι και τύπτει αυτόν Αβενήρ εν τω οπίσω του δόρατος επί την ψόαν και διεξήλθε το δόρυ εκ των οπίσω αυτού και πίπτει εκεί και αποθνήσκει υποκάτω αυτού και εγένετο πας ο ερχόμενος έως του τόπου ου έπεσεν εκεί Ασσαήλ και απέθανε και υφίστατο 24 και κατεδίωξεν Ιωάβ και Αβεσσά οπίσω Αβενήρ και ο ήλιος έδυνε και αυτοί εισήλθον έως του βουνού Αμμά κατά πρόσωπον Γιέ οδόν έρημον Γαβαών 25 και συναθροίζονται οι υιοί Βενιαμίν οι οπίσω Αβενήρ και εγενήθησαν εις συνάντησιν μίαν και έστησαν επί κεφαλήν βουνού ενός 26 και εκάλεσεν Αβενήρ τον Ιωάβ και είπε μη εις νίκος καταφάγεται η ρομφαία η ουκ οίδας ότι πικρά έσται εις τα έσχατα και έως πότε ου μη είπης τω λαώ αποστρέφειν από όπισθεν των αδελφών αυτών 27 και είπεν Ιωάβ ζη κύριος ότι ει μη ελάλησας διότι τότε εκ πρωϊθεν ανέβη αν ο λαός έκαστος κατόπισθε του αδελφού αυτού 28 και εσάλπισεν Ιωάβ τη σάλπιγγι και απέστησε πας ο λαός και ου κατεδίωξαν ουκέτι οπίσω του Ισραήλ και ου προσέθεντο έτι του πολεμείν 29 και Αβενήρ και οι άνδρες αυτού απήλθον εις δυσμάς όλην την νύκτα εκείνην και διέβαινον τον Ιορδάνην και επορεύθησαν όλην την παρατείνουσαν και έρχονται εις παρεμβολάς 30 και Ιωάβ ανέστρεψεν όπισθεν απο του Αβεννήρ και συνήθροισε πάντα τον λαόν και επεσκέπησαν των παίδων Δαυίδ οι πεπτωκότες εννεακαίδεκα άνδρες και Ασσαήλ 31 και οι παίδες Δαυίδ επάταξαν των υιών Βενιαμίν των ανδρών Αβενήρ τριακοσίους και εξήκοντα άνδρας 32 και αίρουσι τον Ασσαήλ και θάπτουσιν αυτόν εν τω τάφω του πατρός αυτού εν Βηθλεέμ και επορεύθησαν όλην την νύκτα Ιωάβ και οι άνδρες αυτού και διέφαυσεν αυτοίς εν Χεβρών
Copyright information for ABPGRK