2 Samuel 20

CHAPTER 20

Judah's Loyalty to David

και εκεί απήντα ανήρ υιός λοιμός και όνομα αυτώ Σαβεαί υιός Βοχορί ανήρ ο Ιεμινί και εσάλπισε σάλπιγγι και είπεν ουκ έστιν ημίν μερίς εν Δαυίδ ουδέ κληρονομία εν τω υιώ Ιεσσαί έκαστος ανήρ εις τα σκηνώματά αυτου Ισραήλ και ανέβη πας ανήρ Ισραήλ από όπισθεν Δαυίδ οπίσω Σαβεαί υιόυ Βοχορί οι δε άνδρες Ιούδα εκολλήθη προς τον βασιλέα αυτών από του Ιορδάνου και έως Ιερουσαλήμ και εισήλθε Δαυίδ εις τον οίκον αυτού εις Ιερουσαλήμ και έλαβεν ο βασιλεύς τας δέκα γυναίκας τας παλλακάς αυτού ας κατέλιπε φυλάσσειν τον οίκον και έδωκεν αυτάς εις οίκον φυλακής και διέθρεψεν αυτάς και προς αυτάς ουκ εισήλθε και ήσαν συνεχόμεναι έως ημέρας θανάτου αυτών χήραι ζώσαι και είπεν ο βασιλεύς προς Αμεσσά βόησόν μοι άνδρας Ιούδα τρισίν ημέρας συ δε ενταύθα στήθι και επορεύθη Αμεσσά του παραγγείλαι τω Ιούδα και εχρόνισεν από του καιρού ου ετάξατο αυτώ Δαυίδ και είπε Δαυίδ προς Αβεσσά νυν κακοποιήσει ημάς Σαβεαί υιός Βοχορί υπέρ Αβεσαλώμ και νυν λάβε μετά σεαυτού τους παίδας του κυρίου σου και καταδίωκε οπίσω αυτού όπως μη εύρη εαυτώ πόλεις οχυράς και σκιάση τους οφθαλμούς ημών και εξήλθον οπίσω αυτού οι άνδρες Ιωάβ και ο Χερεθί και ο Φελεθί και πάντες οι δυνατοί και εξήλθον εξ Ιερουσαλήμ διώξαι οπίσω Σαβεαί υιόυ Βοχορί και αυτοί παρά τω λίθω τω μεγάλω τω εν Γαβαών και Αμεσσά εισήλθεν έμπροσθεν αυτών και Ιωάβ περιεζωσμένος μανδύαν το ένδυμα αυτού και επ΄ αυτώ εζωσμένος μάχαιραν εζευγμένην επί της οσφύος αυτού εν κολέω αυτής και η μάχαιρα εξήλθε και έπεσε

Joab kills Amasa

και είπεν Ιωάβ τω Αμεσσά ει υγιαίνεις συ αδελφέ μου και κατέσχεν η χειρ η δεξιά Ιωάβ του πώγωνος Αμεσσά του καταφιλήσαι αυτόν 10 και Αμεσσά ουκ εφυλάξατο απο της μαχαίρας της εν τη χειρί Ιωάβ και έπαισεν αυτόν εν αυτή Ιωάβ εις την ψόαν και εξεχύθη η κοιλία αυτού επι την γην και ουκ εδευτέρωσεν αυτώ και απέθανε και Ιωάβ και Αβεσσά ο αδελφός αυτού εδίωξεν οπίσω Σαβεαί υιόυ Βοχορί 11 και ανήρ έστη επ΄ αυτόν των παιδαρίων Ιωάβ και είπε τις ο βουλόμενος Ιωάβ και τις τω Δαυίδ οπίσω του Ιωάβ 12 και Αμεσσά τεθνηκώς και πεφυρμένος εν τω αίματι εν μέσω της τριβου και είδεν ανήρ ότι ειστήκει πας ο λαός και επέστρεψεν τον Αμεσσά εκ της τρίβου εις αγρόν και επέρριψεν επ΄ αυτόν ιμάτιον ότι είδε ότι πας ο ερχομένος ίστατο επ΄ αυτόν 13 και εγένετο ότε μετέστησε εκ της τρίβου παρήλθε πας ο λαός Ισραήλ οπίσω Ιωάβ του διώξαι οπίσω Σαβεαί υιόυ Βοχορί 14 και διήλθεν εις πάσας τας φυλάς του Ισραήλ εις Αβέλ και Βαιθμαακά και εξεκκλησιάσθησαν και ήλθον κατόπισθεν αυτού 15 και παρεγενήθησαν και επολιόρκουν επ΄ αυτόν εν τη Αβέλ και Βαιθμαακά και έβαλον χάρακα επί την πόλιν και έστη εν τω προτειχίσματι και πας ο λαός ο μετά Ιωάβ ενόουσαν καταβαλείν το τείχος 16 και εβόησε γυνή σοφή εκ της πόλεως και είπεν ακούσατε δη ακούσατε είπατε δη τω Ιωάβ έγγισον έως ώδε και λαλήσω προς αυτόν 17 και προσήγγισε προς αυτήν και είπεν η γυνή ει συ Ιωάβ και είπεν εγώ είπε δε αυτώ άκουσον τους λόγους της δούλης σου και είπεν ακούω εγώ ειμι 18 και είπε λέγουσα λόγον ελάλησαν εν πρώτοις λέγοντες ερωτώντες επερωτήσουσιν εν Αβέλ και ούτως εξέλιπον 19 εγώ ειμι ειρηνικά στηριγμάτων Ισραήλ συ δε ζητείς θανατώσαι πόλιν και μητρόπολιν εν Ισραήλ ινατί καταπίνεις κληρονομίαν κυρίου 20 και απεκρίθη Ιωάβ και είπε μη μοι γένοιτο εις καταπίομα και ει διαφθερώ

Sheba's Head Delivered Up

21 ουχ ούτως ο λόγος ότι ανήρ εξ όρους Εφραϊμ Σαβεαί υιός Βοχορί όνομα αυτού επήρε την χείρα αυτού επί τον βασιλέα Δαυίδ δότε αυτόν μοι μόνον και απελεύσομαι από της πόλεως και είπεν η γυνή προς Ιωάβ ιδού η κεφαλή αυτού ριφήσεται προς σε διά του τείχους 22 και επορεύθη η γυνή προς πάντα τον λαόν και ελάλησε προς πάσαν την πόλιν εν τη σοφία αυτής και αφαιρούσι την κεφαλήν Σαβεαί υιόυ Βοχορί και ρίπτουσιν αυτήν προς Ιωάβ και εσάλπισεν εν κερατίνη και διεσπάρησαν από της πόλεως έκαστος ανήρ εις τα σκήνωματα αυτού και Ιωάβ απέστρεψεν εις Ιερουσαλήμ προς τον βασιλέα 23 και ο Ιωάβ προς πάση τη δυνάμει Ισραήλ και Βανέας υιός Ιωαδέ επί του Χερεθί και επί του Φελεθί 24 και Αδωράν επί του φορόυ και Ιωσαφάτ υιός Αχιλούδ αναμιμνήσκων 25 και Σουσά γραμματεύς και Σαδώκ και Αβιαθάρ ιερείς 26 και γε Ίρας ο Ιαρί ην ιερεύς τω Δαυίδ
Copyright information for ABPGRK