2 Samuel 23

CHAPTER 23

The Last Words of David

και ούτοι οι λόγοι Δαυίδ οι έσχατοι πιστός Δαυίδ υιός Ιεσσαί και πιστός ανήρ ον ανέστησεν ο θεός χριστόν θεού Ιακώβ και ευπρεπείς ο ψαλμός του Ισραήλ πνεύμα κυρίου ελάλησεν εν εμοί και λόγος αυτού επί γλώσσης μου είπεν ο θεός Ισραήλ μοι ελάλησε φύλαξ Ισραήλ άρχων εν ανθρώποις δίκαιος αρχός φόβω θεού και ως φως το πρωϊνόν ανατελεί ήλιος τοπρωϊ και ου σκοτάσει από φέγγους και εξ υετού ως βοτάνη εκ γης ότι ουχ ούτως ο οίκός μου μετά θεού ότι διαθήκην αιώνιον έθετό μοι σώσαί με ετοίμην εν παντί καιρώ πεφυλαγμένην ότι πάσα σωτηρία μου και παν θέλημα εν κυρίω ότι ου μη βλαστήσει ο παράνομος ώσπερ άκανθα εξωσμένη πάντες αύτοι ότι ου χειρί ληφθήσονται και ανήρ ος κοπιάσει εν αυτοίς πλήρης σιδήρου και ξύλον δόρατος και εν πυρί καύσει καυθήσονται εις αισχύνην αυτών

David's Mighty Men

ταύτα τα ονόματα των δυναστών Δαυίδ Ιεσβαάβ ο Θεκεμανί πρώτος των τριών ούτος Αδϊνώ ο Ασωναίος ούτος εσπάσατο την ρομφαίαν αυτού επί οκτακοσίους τραυματίας εισάπαξ και μετ΄ αυτόν Ελεάζαρ υιός Δουδί υιού πατραδέλφου αυτού εν τοις τρισί τοις δυνατοίς ούτος ην μετά Δαυίδ εν τω ονειδίσαι αυτόν εν τοις αλλοφύλοις και οι αλλόφυλοι συνήχθησαν εκεί εις πόλεμον και ανέβησαν άνδρες Ισραήλ προς προσώπου αυτών 10 και αυτός ανέστη και επάταξε τους αλλοφύλους έως ου εκοπίασεν η χείρ αυτού και προσεκολλήθη η χείρ αυτού επι την ρομφαίαν και εποίησε κύριος σωτηρίαν μεγάλην εν τη ημέρα εκείνη και ο λαός επέστρεψεν οπίσω αυτού εις το σκυλεύειν 11 και μετ΄ αυτόν Σαμαίας υιός Αγά ο Αραρί και συνήχθησαν οι αλλόφυλοι εις Θηρία και ην εκεί μερίς αγρού πλήρης φακού και ο λαός έφυγεν εκ προσώπου αλλοφύλων 12 και κατέστη εν μέσω της μερίδος και εξείλατο αυτήν και επάταξε τους αλλοφύλους και εποίησε κύριος σωτηρίαν μεγάλην 13 και κατέβησαν τρεις από των τριάκοντα άρχοντες και εισήλθον προς Δαυίδ εις το σπήλαιον Οδολλάμ και τάγμα των αλλοφύλων παρενέβαλεν εν τη κοιλάδι Ραφαϊν 14 και Δαυίδ τότε εν τη περιοχή και το υπόστημα των αλλοφύλων τότε εν Βηθλεέμ 15 και επεθύμησε Δαυίδ και είπε τις ποτιεί με ύδωρ εκ του λάκκου του εν Βηθλεέμ του εν τη πύλη 16 και διέρρηξαν οι τρεις δυνατοί την παρεμβολήν των αλλοφύλων και υδρεύσαντο ύδωρ εκ του λάκκου του εν Βηθλεέμ του εν τη πύλη και έλαβαν και παρεγένοντο προς Δαυίδ και ουκ ηθέλησε πιείν αυτό και έσπεισεν αυτό τω κυρίω 17 και είπεν ιλεώς μοι κύριε του ποιήσαι τούτο ει αίμα των ανδρών των πορευθέντων εν ταις ψυχαίς αυτών πιόμαι και ουκ ηθέλησε πιείν αυτό ταύτα εποίησαν οι τρεις δυνατοί 18 και Αβεσσά ο αδελφός Ιωάβ υιός Σαρουϊα πρώτος των τριών και αυτός εξήγειρε το δόρυ αυτού επί τριακοσίους τραυματίας και αυτώ όνομα εν τοις τρισίν 19 εκ των τριών ένδοξος και ην αυτοίς εις άρχοντα και έως των τριών ουκ ήρχετο 20 και Βανέας υιός Ιωδαέ υιού ανδρός δυνατού πολλά έργα από Καβεσεήλ ούτος επάταξε τους δύο υιούς Αριήλ του Μωάβ και αυτός κατέβη και επάταξε τον λέοντα εν μέσω του λάκκου εν ημέρα χιόνος 21 και αυτός επάταξε τον άνδρα τον Αιγύπτιον άνδρα ορατόν εν δε τη χειρί του Αιγυπτίου δόρυ και κατέβη προς αυτόν εν ράβδω και ήρπασε το δόρυ εκ της χειρός του Αιγυπτίου και απέκτεινεν αυτόν εν τω δόρατι αυτού 22 ταύτα εποίησε Βανέας υιός Ιωδαέ και αυτώ όνομα εν τοις τρισί δυνατοίς 23 υπέρ τους τριάκοντα ένδοξος και προς τους τρείς ουκ ήρχετο και έταξεν αυτόν Δαυίδ προς τας ακοάς αυτού και ταύτα τα ονόματα των δυνατών Δαυίδ του βασιλέως 24 Ασαήλ αδελφός Ιωάβ εν τοις τριάκοντα Ελεανάν υιός Δουδί πατραδέλφου αυτού εν Βηθλεέμ 25 Σαμαίας ο Αροδί Ελικά ο Αροδί 26 Χάλλις ο Φαλτί Ιρά υιός Εκκίς ο Θεκοϊτης 27 Αβιέζερ ο Αναθωθίτης Μεβουναϊ ο Ασωθίτης 28 Σελμών ο Αχοϊτης Μαχαραϊ ο Νετωφαθίτης 29 Ελάβ υιός Βαανά ο Νετωφαθίτης Εθθί υιός Ριβαϊ ο εκ βουνού Βεναιμίν 30 Βανέας ο Φαραθενίτης Ηδαϊ εκ Ναχαλιγαίας 31 Αβί Αλβών ο Αραβωθίτης Αζμώθ ο Βαρχμίτης 32 Ελιαβά ο Σαλαβωνίτης υιοί Ιασέν Ιωναθάν 33 Σαμά ο Αρωρίτης Αχιάμ υιός Σαράρ ο Αραδίτης 34 Ελιφαλάτ υιός του Αχασβαϊ υιός του Μααχαθί Ελιάμ υιός Αχιτόφελ του Γελωνίτου 35 Ασαρέ ο Καρμήλιος Φααραϊ ο Αρβί 36 Ιγαάλ υιός Ναθάν εκ Σουβά Βανί ο Γαδί 37 Σελήκ ο Αμωνίτης Ναχαραί ο Βηρωθαίος ο αίρων τα σκεύη Ιωάβ υιόυ Σαρουϊα 38 Ιράς ο Ιεθραίος Γαρέβ ο Ιεθραίος 39 Ουρίας ο Εθαίος οι πάντες τριάκοντα και επτά
Copyright information for ABPGRK