2 Samuel 24

CHAPTER 24

David Numbers the People

1και προσέθετο οργή κύριος εκκαήναι εν Ισραήλ και επέσεισε τον Δαυίδ εις αυτοίς λέγων πορεύθητι αρίθμησον τον Ισραήλ και τον Ιούδαν 2και είπεν ο βασιλεύς προς Ιωάβ άρχοντα των δυνάμεων των μετ΄ αυτού περίελθε δη πάσας τας φυλάς του Ισραήλ και Ιούδα από Δαν και έως Βηρσαβεαί και επίσκεψαι τον λαόν και γνώσομαι τον αριθμόν του λαού 3και είπεν Ιωάβ προς τον βασιλέα και προσθείη κύριος ο θεός σου προς τον λαόν σου ώσπερ και τούτους εκατονταπλασίως και οι οφθαλμοί του κυρίου μου του βασιλέως ορώντες και ο κύριός μου ο βασιλεύς ινατί βούλεται εν τω λόγω τούτω 4και υπερίσχυσεν ο λόγος του βασιλέως προς Ιωάβ και εις τους άρχοντας της δυνάμεως και εξήλθεν Ιωάβ και οι άρχοντες της δυνάμεως ενώπιον του βασιλέως επισκέψασθαι τον λαόν τον Ισραήλ 5και διέβησαν τον Ιορδάνην και παρενέβαλον εν Αροήρ εκ δεξιών της πόλεως της εν μέσω της φάραγγος Γαδ και Ελιέζερ 6και ήλθον εις Γαλαάδ και εις γην Χεττίμ Χάδης και παρεγένοντο εις Δαν και εκύκλωσαν εις Σιδώνα 7και ήλθον εις Μαβσάρ Τύρου και εις πάσας τας πόλεις του Ευαίου και του Χαναναίου και εκπορεύονται επι νότον Ιούδα εις Βηρσαβεαί 8και περιώδευσαν εν πάση τη γη και παρεγένοντο από τέλους εννέα μηνών και είκοσι ημερών εις Ιερουσαλήμ 9και έδωκεν Ιωάβ τον αριθμόν της επισκέψεως του λαού τω βασιλεί και ην Ισραήλ οκτακόσιαι χιλιάδες ανδρών δυνάμεως σπωμένων ρομφαίαν και άνδρες Ιούδα πεντακόσιαι χιλιάδες ανδρών μαχητών 10και επάταξε καρδία Δαυίδ αυτόν μετά το αριθμήσαι τον λαόν και είπε Δαυίδ προς κύριον ημάρτηκα σφόδρα ποιήσας το ρήμα τούτο και νυν κύριε περίελε δη την αδικίαν του δούλου σου ότι εματαιώθην σφόδρα 11και ανέστη Δαυίδ τοπρωϊ και ρήμα κυρίου εγένετο προς Γαδ τον προφήτην τον ορώντα Δαυίδ λέγων 12πορεύου και λάλησον προς Δαυίδ λέγων τάδε λέγει κύριος τρία εγώ αίρω επί σε έκλεξαι σεαυτώ εν εξ αυτών και ποιήσω σοι

Judgment against David

13και ήλθε Γαδ προς Δαυίδ και ανήγγειλε και είπεν αυτώ έκλεξαι σεαυτώ γενέσθαι σοι τρία έτη λιμού εν τη γη σου η τρεις μήνας φεύγειν σε έμπροσθεν των εχθρών σου και έσονται καταδιώκειν σε η γενέσθαι τρεις ημέρας θάνατον εν τη γη σου νυν ουν γνώθι και ίδε τι αποκριθώ τω αποστείλαντί με 14και είπε Δαυίδ προς Γαδ στενά μοι σφόδρα εστι τα τρία εμπεσούμαι εις τας χείρας του κυρίου ότι πολλοί οικτιρμοί αυτού σφόδρα εις δε τας χείρας ανθρώπων ου μη εμπέσω 15και εξελέξατο εαυτώ Δαυίδ τον θάνατον και έδωκε κύριος θάνατον εν Ισραήλ από πρωϊθεν και έως ώρας αρίστου και απέθανεν εκ του λαού από Δαν και έως Βηρσαβεαί εβδομήκοντα χιλιάδες ανδρών 16και εξέτεινεν ο άγγελος την χείρα αυτού εις Ιερουσαλήμ του διαφθείραι αυτήν και παρεκλήθη κύριος επί τη κακία και είπε τω αγγέλω τω διαφθείροντι εν τω λαώ ικανόν νυν άνες την χείρά σου και ο άγγελος του κυρίου ην παρά τη άλω Ορνά του Ιεβουσαίου 17και είπε Δαυίδ προς κύριον εν τω ιδείν αυτόν τον άγγελον τον τύπτοντα εν τω λαώ και είπεν ιδού εγώ ήμαρτον και εγώ ο ποιμήν εκακοποίησα και ούτοι τα πρόβατα τι εποίησαν γενέσθω δη η χειρ σου εν εμοί και εν τω οίκω του πατρός μου 18και ήλθε Γαδ προς Δαυίδ εν τη ημέρα εκείνη και είπεν αυτώ ανάβηθι και στήσον τω θυσιαστήριον τω κυρίω εν τη άλω Ορνά του Ιεβουσαίου 19και ανέβη Δαυίδ κατά το ρήμα Γαδ του προφήτου ον τρόπον ενετείλατο αυτώ κύριος 20και διέκυψεν Ορνά και είδε τον βασιλέα και τους παίδας αυτού παραπορευομένους επ΄ αυτόν και εξήλθεν Ορνά και προσεκύνησε τω βασιλεί επί πρόσωπον αυτού επί την γην 21και είπεν Ορνά τι ότι ήλθεν ο κύριός μου ο βασιλεύς προς τον δούλον αυτού και είπε Δαυίδ κτήσασθαι παρά σου την άλω του οικοδομήσαι θυσιαστήριον κυρίω και συσχεθή η θραύσις επάνω του λαού 22και είπεν Ορνά προς Δαυίδ λαβέτω και ανενεγκάτω ο κύριός μου ο βασιλεύς τω κυρίω το αγαθόν εν οφθαλμοίς αυτού ιδού οι βόες εις ολοκαύτωμα και οι τροχοί και τα σκεύη των βοών εις ξύλα 23τα πάντα έδωκεν Ορνά τω βασιλεί και είπεν Ορνά προς τον βασιλέα κύριος ο θεός σου ευλογήσαι σε 24και είπεν ο βασιλεύς προς Ορνά ουχί ότι αλλ η κτώμενος κτήσομαι παρά σου εν αλλάγματι και ουκ ανοίσω κυρίω θεώ μου ολοκαύτωμα δωρεάν και εκτήσατο Δαυίδ την άλω και τους βόας εν αργυρίω σικλών πεντήκοντα 25και ωκοδόμησεν εκεί Δαυίδ θυσιαστήριον τω κυρίω και ανήνεγκεν ολοκαυτώσεις και ειρηνικάς και επήκουσε κύριος τη γη και συνεσχέθη η θραύσις επάνωθεν Ισραήλ
Copyright information for ABPGRK