2 Samuel 3

CHAPTER 3

The House of Saul Wars with the House of David

και εγένετο πόλεμος επί πολύ αναμέσον του οίκου Σαούλ και αναμέσον του οίκου Δαυίδ και ο οίκος Δαυίδ επορεύετο και εκραταιούτο και ο οίκος Σαούλ επορεύετο και ησθένει και ετέχθησαν τω Δαυίδ εν Χεβρών υιοί εξ και ην ο πρωτότοκος αυτού Αμνών της Αχιναάμ της Ιεζραηλίτιδος και ο δεύτερος αυτού Κελέαβ της Αβιγαϊλ της Καρμηλίας και ο τρίτος Αβεσαλώμ υιός Μααχά θυγατρός Θαλμί βασιλέως Γεσσήρ και ο τέταρτος Αδωνία υιός Αγγίθ και ο πέμπτος Σαφατίας της Αβιταάλ και ο έκτος Ιεθάν της Αιγάλ γυναικός Δαυίδ ούτοι ετέχθησαν τω Δαυίδ εν Χεβρών και εγένετο εν τω είναι τον πόλεμον αναμέσον του οίκου Σαούλ και αναμέσον του οίκου Δαυίδ και Αβενήρ ην κρατών του οίκου Σαούλ και τω Σαούλ ην παλλακή και όνομα αυτή Ρεσφά θυγάτηρ Αϊα και είπεν Ισβόσεθ υιός Σαούλ προς Αβενήρ τι ότι εισήλθες προς την παλλακήν του πατρός μου και εθυμώθη σφόδρα Αβενήρ περί του λόγου τούτου τω Ισβόσεθ και είπεν Αβενήρ προς αυτόν μη κεφαλή κυνός ειμι εποίησα σήμερον έλεος μετά του οίκου Σαούλ του πατρός σου και περί αδελφών και περί γνωρίμων αυτών και ουκ ηυτομόλησα εις τον οίκον Δαυίδ και επίζητεις επ΄ εμέ περί αδικίας γυναικός σήμερον τάδε ποιήσαι ο θεός τω Αβενήρ και τάδε προσθείη αυτώ ότι καθώς ώμοσε κύριος τω Δαυίδ ότι ούτως ποιήσω αυτώ εν τη ημέρα ταύτη 10 περιελείν την βασιλείαν από του οίκου Σαούλ και του αναστήσαι τον θρόνον Δαυίδ επί Ισραήλ και επί τον Ιούδαν από Δαν έως Βηρσαβεέ 11 και ουκ ηδυνάσθη έτι Ισβόσεθ ανταποκριθήναι τω Αβενήρ ρήμα από του φοβηθήναι αυτόν

Abner Ordains a Covenant with David

12 και απέστειλεν Αβενήρ αγγέλους προς Δαυίδ εις Χεβρών λέγων διάθου διαθήκην σου μετ΄ εμού και ιδού η χειρ μου μετά σου επιστρέψαι προς σε πάντα Ισραήλ 13 και είπε Δαυίδ καλώς εγώ διαθήσομαι προς σε διαθήκην πλην λόγον ένα εγώ αιτούμαι παρά σου λέγων ουκ όψει το πρόσωπόν μου εάν μη αγάγης την Μελχόλ θυγατέρα Σαούλ παραγινομένου σου ιδείν το πρόσωπόν μου 14 και εξαπέστειλε Δαυίδ προς Ισβόσεθ υιόν Σαούλ αγγέλους λέγων απόδος μοι την γυναίκά μου την Μελχόλ ην έλαβον εν εκατόν ακροβυστίαις αλλοφύλων 15 και απέστειλεν Ισβόσεθ και έλαβεν αυτήν παρά του ανδρός αυτής παρά Φαλτιήλ υιόυ Λαϊς 16 και επορεύετο ο ανήρ αυτής μετ΄ αυτής πορευόμενος και κλαίων οπίσω αυτής έως Βαχουρίμ και είπε προς αυτόν Αβενήρ πορεύου ανάστρεφε και ανέστρεψε 17 και λόγος Αβενήρ εγένετο προς τους πρεσβυτέρους Ισραήλ λέγων χθες και τρίτην εζητείτε τον Δαυίδ βασιλεύειν εφ΄ υμάς 18 και νυν ποιήσατε ότι κύριος ελάλησε περί Δαυίδ λέγων εν χειρί του δούλου μου Δαυίδ σώσω τον λαόν μου Ισραήλ εκ χειρός των αλλοφύλων και εκ χειρός πάντων των εχθρών αυτού 19 και ελάλησεν Αβενήρ εν τοις ώσι Βενιαμίν και επορεύθη Αβενήρ του λαλήσαι εις τα ώτα Δαυίδ εις Χεβρών πάντα όσα ήρεσεν εν οφθαλμοίς Ισραήλ και εν οφθαλμοίς παντός οίκου Βενιαμίν 20 και ήλθεν Αβενήρ προς Δαυίδ εις Χεβρών και μετ΄ αυτού είκοσιν άνδρες και εποίησε Δαυίδ τω Αβενήρ και τοις ανδράσι τοις μετ΄ αυτού πότον 21 και είπεν Αβενήρ προς Δαυίδ αναστήσομαι δη και πορεύσομαι και συναθροίσω προς τον κύριόν μου τον βασιλέα πάντα Ισραήλ και διαθήσομαι μετά σου διαθήκην και βασιλεύσεις επί πάσιν οις επιθυμεί η ψυχή σου και εξαπέστειλε Δαυίδ τον Αβενήρ και επορεύθη εν ειρήνη 22 και ιδού οι παίδες Δαυίδ και Ιωάβ παρεγένοντο από της εξοδίας και σκύλα πολλά έφερον μεθ΄ εαυτών και Αβενήρ ουκ ην μετά Δαυίδ εις Χεβρών ότι απεστάλκει αυτόν και επορεύθη εν ειρήνη 23 και Ιωάβ και πάσα η στρατιά η μετ΄ αυτού ήλθοσαν και απήγγειλαν τω Ιωάβ λέγοντες ήκει Αβενήρ υιός Νηρ προς Δαυίδ και απέσταλκεν αυτόν και απήλθεν εν ειρήνη 24 και εισήλθεν Ιωάβ προς τον βασιλέα και είπε αυτω τι τούτο εποίησας ιδού ήλθεν Αβενήρ προς σε και ινατί εξαπέσταλκας αυτόν και απελήλυθεν εν ειρήνη 25 η ουκ οίδας την κακίαν Αβενήρ υιόυ Νηρ ότι απατήσαί σε παρεγένετο και γνώναι την είσοδόν σου και την έξοδόν σου και γνώναι άπαντα όσα συ ποιείς 26 και εξήλθεν Ιωάβ από Δαυίδ και απέστειλεν αγγέλους οπίσω Αβενήρ και επιστρέφουσιν αυτόν από του φρέατος Σειρά και Δαυίδ ουκ ήδει

Joab Kills Abner

27 και επέστρεψε τον Αβενήρ εις Χεβρών και εξέκλινεν αυτόν Ιωάβ εκ πλαγίων της πύλης λαλήσαι προς αυτόν ενεδρεύων και επάταξεν αυτόν εκεί εις την ψόαν και απέθανεν εν τω αίματι Ασσαήλ του αδελφού αυτού 28 και ήκουσε Δαυίδ μετά ταύτα και είπεν αθώος ειμί εγώ και η βασιλεία μου από κυρίου και έως αιώνος από των αιμάτων Αβενήρ υιόυ Νηρ 29 καταντησάτωσαν επί κεφαλήν Ιωάβ και επί πάντα τον οίκον του πατρός αυτού και μη εκλίποι εκ του οίκου Ιωάβ γονορρυής και λεπρός και κρατών σκυτάλην και πίπτων εν ρομφαία και ελαττονούμενος άρτοις 30 Ιωάβ δε και Αβεσσαϊ ο αδελφός αυτού διετηρούντο τον Αβενήρ ανθ΄ ων εθανάτωσε τον Ασσαήλ τον αδελφόν αυτών εν Γαβαών εν τω πολέμω 31 και είπε Δαυίδ προς Ιωάβ και προς πάντα τον λαόν τον μετ΄ αυτού διαρρήξατε τα ιμάτια υμών και περιζώσασθε σάκκους και κόπτεσθε έμπροσθεν Αβενήρ και ο βασιλεύς Δαυίδ επορεύετο οπίσω της κλίνης 32 και θάπτουσι τον Αβενήρ εν Χεβρών και ήρεν ο βασιλεύς την φωνήν αυτού και έκλαυσεν επί τω τάφω Αβενήρ και έκλαυσε πας ο λαός

David and Israel Lament Abner's Death

33 και εθρήνησεν ο βασιλεύς επί Αβενήρ και είπεν ει κατά τον θάνατον Ναβάλ αποθανείται Αβενήρ 34 αι χείρές σου ουκ εδέθησαν ουδέ οι πόδες σου εν πέδαις ου προσήγαγες ως Ναβάλ ενώπιον υιόυ αδικίας έπεσας και συνήχθη πας ο λαός του κλαύσαι αυτόν 35 και ήλθε πας ο λαός περιδειπνήσαι τον Δαυίδ άρτοις έτι όυσης ημέρας και ώμοσε Δαυίδ λέγων τάδε ποιήσαι μοι ο θεός και τάδε προσθείη ότι εάν μη δύη ο ήλιος ου μη γεύσομαι άρτου ουδέ παντός τινος 36 και πας ο λαός έγνω και ήρεσεν ενώπιον αυτών πάντα όσα εποίησεν ο βασιλεύς ενώπιον παντός του λαού 37 και έγνω πας ο λαός και πας Ισραήλ εν τη ημέρα εκείνη ότι ουκ εγένετο παρά του βασιλέως του θανατώσαι τον Αβενήρ υιόν Νηρ 38 και είπεν ο βασιλεύς προς τους παίδας αυτού ουκ οίδατε ότι ηγούμενος και μέγας πέπτωκεν εν τη ημέρα ταύτη εν τω Ισραήλ 39 και ότι εγώ ειμι συγγενής σήμερον και καθεσταμένος εις βασιλέως οι δε άνδρες ούτοι οι υιοί Σαρουϊα σκληρότεροί μου εισιν ανταποδώ κύριος τω ποιούντι τα πονηρά κατά την κακίαν αυτού
Copyright information for ABPGRK