2 Samuel 5

CHAPTER 5

David Is Anointed King over Israel

και παραγίνονται πάσαι αι φυλαί Ισραήλ προς Δαυίδ εις Χεβρών και λέγουσιν αυτώ ιδού ημείς οστά σου και σάρκες σου και χθές και τρίτης όντος Σαούλ βασιλέως εφ΄ ημίν συ ήσθα ο εξαγαγών και εισαγαγών τον Ισραήλ και είπε ο κύριος προς σε συ ποιμανείς τον λαόν μου τον Ισραήλ και συ έση εις ηγούμενον επί τον λαόν μου Ισραήλ και έρχονται πάντες οι πρεσβύτεροι Ισραήλ προς τον βασιλέα εις Χεβρών και διέθετο αυτοίς ο βασιλεύς Δαυίδ διαθήκην εν Χεβρών ενώπιον κυρίου και χρίουσι τον Δαυίδ εις βασιλέα επί πάντα Ισραήλ υιός τριάκοντα ετών Δαυίδ εν τω βασιλεύειν αυτόν και τεσσαράκοντα έτη εβασίλευσεν επτά έτη και μήνας εξ εβασίλευσεν εν Χεβρών επί Ιουδα και τριάκοντα τρία έτη εβασίλευσεν επί πάντα Ισραήλ και Ιούδαν εν Ιερουσαλήμ και απήλθε ο βασιλεύς και πάντας οι άνδρες αυτού εις Ιερουσαλήμ προς τον Ιεβουσαίον τον κατοικούντα την γην και ερρέθη τω Δαυίδ ουκ εισελεύση ώδε ότι αντέστησαν οι τυφλοί και οι χωλοί λέγοντες ουκ εισελεύσεται Δαυίδ ώδε και κατελάβετο Δαυίδ την περιοχήν Σιών αύτη η πόλις του Δαυίδ και είπε Δαυίδ εν τη ημέρα εκείνη πας τύπτων Ιεβουσαίον απτέσθω εν παραξιφίδι και τους χωλούς και τους τυφλούς και τους μισούντας την ψυχήν Δαυίδ διά τούτο ερούσι τυφλοί και χωλοί ουκ εισελεύσονται εις οίκον κυρίου και εκάθισε Δαυίδ εν τη περιοχή και εκλήθη αύτη η πόλις Δαυίδ και ωκοδόμησε Δαυίδ την πόλιν κύκλω από της άκρας και τον οίκον αυτού 10 και επορεύετο Δαυίδ πορευόμενος και μεγαλυνόμενος και κύριος παντοκράτωρ μετ΄ αυτού 11 και απέστειλε Χειράμ βασιλεύς Τύρου αγγέλους προς Δαυίδ και ξύλα κέδρινα και τέκτονας ξύλων και τέκτονας λίθων και ωκοδόμησαν οίκον τω Δαυίδ 12 και έγνω Δαυίδ ότι ητοίμασεν αυτόν κύριος εις βασιλέα επί Ισραήλ και ότι επήρθη η βασιλεία αυτού διά τον λαόν αυτού Ισραήλ 13 και έλαβε Δαυίδ έτι γυναίκας και παλλακάς εξ Ιερουσαλήμ μετά το ελθείν αυτόν εκ Χεβρών και εγένοντο τω Δαυίδ έτι υιοί και θυγατέρες 14 και ταύτα τα ονόματα των γεννηθέντων αυτών εν Ιερουσαλήμ Σαμαά και Σωβάβ και Ναθάν και Σολομών 15 και Ιεβαάρ και Ελισουέ και Ναφήγ και Ιεφιέ 16 και Ελισαμά και Ελιαδά και Ελιφαλέτ και Ελισουέ 17 και ήκουσαν οι αλλόφυλοι ότι κέχρισται Δαυίδ βασιλεύς επί Ισραήλ και ανέβησαν πάντες οι αλλόφυλοι ζητείν τον Δαυίδ και ήκουσε Δαυίδ και κατέβη εις την περιοχήν 18 και οι αλλόφυλοι παραγίνονται και συνέπεσαν εις την κοιλάδα των Τιτάνων 19 και ηρώτησε Δαυίδ κυρίου λέγων ει αναβώ προς τους αλλοφύλους και παραδώσεις αυτούς εις τας χείράς μου και είπε κύριος προς Δαυίδ ανάβαινε ότι παραδιδούς παραδώσω τους αλλοφύλους εις τας χείράς σου

David Smites the Philistines

20 και ήλθε Δαυίδ εκ των επάνω διακοπών και έκοψε αυτούς εκεί και είπε Δαυίδ διέκοψε κύριος τους εχθρούς μου ενώπιόν μού ως διακόπτεται ύδατα διά τούτο εκλήθη το όνομα του τόπου εκείνου επάνω διακοπών 21 και καταλιμπάνουσιν εκεί τους θεούς αυτών και ελάβοσαν αυτούς Δαυίδ και οι άνδρες οι μετ΄ αυτού 22 και προσέθεντο έτι αλλόφυλοι του αναβήναι και συνέπεσαν εν τη κοιλάδι των Τιτάνων 23 και επηρώτησε Δαυίδ διά κυρίου και είπε κύριος ουκ αναβήση εις συνάντησιν αυτών αποστρέφου απ΄ αυτών και παρέση αυτοίς πλησίον του κλαυθμώνος 24 και έσται εν τω ακούσαι σε την φωνήν του συσσεισμού από του άλσους του κλαυθμώνος τότε καταβήση προς αυτούς ότι τότε εξελεύσεται κύριος έμπροσθέν σου τυπτείν εν τω πολέμω των αλλοφύλων 25 και εποίησε Δαυίδ ούτως καθώς ενετείλατο αυτώ κύριος και επάταξε τους αλλοφύλους από Γαβαών έως Γαζηρά
Copyright information for ABPGRK