2 Samuel 6

CHAPTER 6

David Leads an Expedition with the Ark

1και συνήγαγεν έτι Δαυίδ πάντα νεανίαν εξ Ισραήλ τριάκοντα χιλιάδας 2και ανέστη και επορεύθη Δαυίδ και πας ο λαός ο μετ΄ αυτού και από των αρχόντων Ιούδα του αναγαγείν εκείθεν την κιβωτόν του θεού εφ΄ ην επεκλήθη το όνομα του κυρίου των δυνάμεων καθημένου επί των χερουβίν επ΄ αυτής 3και επεβίβασαν την κιβωτόν του θεού επί άμαξαν καινήν και ήραν αυτήν εξ οίκου Αβιναδάβ του εν τω βουνώ και Οζά και οι αδελφοί αυτού υιοί Αβιναδάβ ήγον την άμαξαν συν τη κιβωτώ 4και οι αδελφοί αυτού επορεύοντο έμπροσθεν της κιβωτού 5και Δαυίδ και πάντες υιοί Ισραήλ παίζοντες ενώπιον κυρίου εν οργάνοις ηρμοσμένοις και εν ωδαίς και εν κινύραις και εν ναύλαις και εν τυμπάνοις και εν κυμβάλοις και εν αυλοίς

Uzzah Touches the Ark and Dies

6και παραγίνονται έως της άλω Ναχών και εξέτεινεν Οζά την χείρα αυτού προς την κιβωτόν του θεού κατασχείν αυτήν και εκράτησεν αυτήν ότι περιέσπασεν αυτήν ο μόσχος 7και εθυμώθη οργή κύριος εν τω Οζά και επάταξεν αυτόν εκεί ο θεός επί τη προπετεία και απέθανεν εκεί παρά την κιβωτόν του κυρίου ενώπιον του θεού 8και ηθύμησε Δαυίδ υπέρ ου διέκοψε κύριος διακοπήν εν τω Οζά και εκλήθη ο τόπος εκεινος διακοπή Οζά έως της ημέρας ταύτης 9και εφοβήθη Δαυίδ τον κύριον εν τη ημέρα εκείνη λέγων πως εισελεύσεται προς με η κιβωτός του θεού 10και ουκ εβούλετο Δαυίδ του εκκλίναι προς αυτόν την κιβωτόν διαθήκης κυρίου εις την πόλιν Δαυίδ και απέκλινεν αυτήν Δαυίδ εις οίκον Οβήδ Εδώμ του Γεθαίου 11και εκάθισεν η κιβωτός του κυρίου εις οίκον Οβέδ Εδώμ του Γεθαίου μήνας τρεις και ευλόγησε κύριος όλον τον οίκον Οβέδ Εδώμ και πάντα τα αυτού

David Brings the Ark into Jerusalem

12και απήγγελη τω βασιλεί Δαυίδ λέγοντες ευλόγησε κύριος τον οίκον Οδέδ Εδώμ και πάντα τα αυτού ένεκα της κιβωτού του θεού και επορεύθη Δαυίδ και ανήγαγε την κιβωτόν του κυρίου εκ του οίκου Οβέδ Εδώμ εις την πόλιν Δαυίδ εν ευφροσύνη 13και ήσαν μετ΄ αυτού οι αίροντες την κιβωτόν του κυρίου επτά χοροί και θύμα μόσχου και άρνες 14και Δαυίδ ανεκρούετο εν οργάνοις ηρμοσμένοις ενώπιον κυρίου και ο Δαυίδ ενδεδυκώς στολήν έξαλλον 15και Δαυίδ και πας ο οίκος Ισραήλ ανήγαγον την κιβωτόν του κυρίου μετά κραυγής και μετά φωνής σάλπιγγος 16και εγένετο της κιβωτού παραγινομένης έως της πόλεως Δαυίδ και Μελχόλ θυγάτηρ Σαούλ διέκυπτε διά της θυρίδος και είδε τον βασιλέα Δαυίδ ορχούμενον και ανακρουόμενον ενώπιον κυρίου και εξουδένωσεν αυτόν εν τη καρδία αυτής 17και εισφέρουσι την κιβωτόν του κυρίου και απέθηκαν αυτήν εις τον τόπον αυτής εν μέσω της σκηνής ης έπηξεν αυτή Δαυίδ και ανήνεγκε Δαυίδ ολοκαυτώματα ενώπιον κυρίου και ειρηνικάς 18και συνετέλεσε Δαυίδ αναφέρων τας ολοκαυτώσεις και τας ειρηνικάς και ευλόγησε τον λαόν εν ονόματι κυρίου των δυνάμεων 19και εμέρισε παντί τω λαώ εις πάσαν την δύναμιν του Ισραήλ από ανδρός έως γυναικός εκάστω κολλυρίδα άρτου και εσχαρίτην και λάγανον από τηγάνου και απήλθε πας ο λαός έκαστος εις τον οίκον αυτού

Michal Raves at David

20και απέστρεψε Δαυίδ του ευλογήσαι τον οίκον αυτού και εξήλθε Μελχόλ η θυγάτηρ Σαούλ εις απάντησιν Δαυίδ και είπε τι δεδόξασται σήμερον ο βασιλεύς του Ισραήλ ος απεκαλύφθη σήμερον εν οφθαλμοίς παιδισκών των δούλων αυτού καθώς αποκαλύπτεται αποκαλυφθείς εις των ορχουμένων 21και είπε Δαυίδ προς Μελχόλ ενώπιον κυρίου ορχήσομαι ος εξελέξατό με υπέρ τον πατέρα σου και υπέρ πάντα τον οίκον αυτού του καταστήσαί με εις ηγούμενον επί τον λαόν αυτού του Ισραήλ και παίξομαι και ορχήσομαι ενώπιον κυρίου 22και αποκαλυφθήσομαι έτι ούτως και έσομαι άχρειος εν οφθαλμοίς σου και μετά των παιδισκών ων είπάς με μη δοξασθήναι 23και τη Μελχόλ θυγατρί Σαούλ ουκ εγένετο παιδίον έως της ημέρας του αποθανείν αυτήν
Copyright information for ABPGRK