2 Samuel 7

CHAPTER 7

Nathan Speaks to David Regarding God's House

και εγένετο ότε εκάθισεν ο βασιλεύς εν τω οίκω αυτού και κύριος κατέπαυσεν αυτόν κυκλόθεν από πάντων των εχθρών αυτού και είπεν ο βασιλεύς προς Ναθάν τον προφήτην ιδού δη εγώ κατοικώ εν οίκω κεδρίνω και η κιβωτός του θεού κάθηται εν μέσω της σκηνής και είπεν Ναθάν προς τον βασιλέα πάντα όσα αν η εν τη καρδία σου βάδιζε και ποίει ότι ο κύριος μετά σου και εγένετο εν τη νυκτί εκείνη και εγένετο ρήμα κυρίου προς Ναθάν λέγων πορεύου και ειπέ προς τον δούλόν μου Δαυίδ τάδε λέγει κύριος ου συ οικοδομήσεις μοι οίκον του κατοικήσαί με ότι ου κατώκηκα εν οίκω αφ΄ ης ημέρας ανήγαγον τους υιούς Ισραήλ εξ Αιγύπτου έως της ημέρα ταύτης και ήμην εμπεριπατών εν καταλύματι εν σκηνή εν πάσιν οις διήλθον εν παντί τω Ισραήλ ει λαλών ελάλησα προς μίαν φυλήν του Ισραήλ ω ενετειλάμην ποιμαίνειν τον λαόν μου Ισραήλ λέγων ινατί ουκ ωκοδομήκατέ μοι οίκον κέδρινον και νυν τάδε ερείς τω δούλω μου Δαυίδ τάδε λέγει κύριος παντοκράτωρ έλαβόν σε εκ της μάνδρας των προβάτων του είναί σε εις ηγούμενον επί τον λαόν μου τον Ισραήλ και ήμην μετά σου εν πάσιν οις επορεύου και εξωλόθρευσα πάντας τους εχθρούς σου από προσώπου σου και εποίησά σοι όνομα μέγα κατά το όνομα των μεγάλων των επί της γης 10 και θήσομαι τόπον τω λαώ μου Ισραήλ και καταφυτεύσω αυτόν και κατασκηνώσει καθ΄ εαυτόν και ου μεριμνήσει ουκέτι και ου προσθήσει υιός αδικίας του ταπεινώσαι αυτόν καθώς απ΄ αρχής 11 και από των ημερών ων έταξα κριτάς επί τον λαόν μου Ισραήλ και αναπαύσω σε από πάντων των εχθρών σου και απαγγελεί σοι κύριος ότι οίκον οικοδομήσει σοι 12 και έσται εάν πληρωθώσιν αι ημέραι σου και κοιμηθήση μετά των πατέρων σου και αναστήσω το σπέρμα σου μετά σε ος έσται εκ της κοιλίας σου και ετοιμάσω την βασιλείαν αυτού 13 αυτός οικοδομήσει μοι οίκον τω ονόματί μου και ανορθώσω τον θρόνον αυτού έως εις τον αιώνα 14 εγώ έσομαι αυτώ εις πατέρα και αυτός έσται μοι εις υιόν και εάν έλθη η αδικία αυτού και ελέγξω αυτόν εν ράβδω ανδρών και εν αφαίς υιών ανθρώπων 15 το δε έλεός μου ουκ αποστήσω απ΄ αυτού καθώς απέστησα από Σαούλ ων απέστησα από προσώπου σου 16 και πιστωθήσεται ο οίκός σου και η βασιλεία σου έως αιώνος ενώπιόν μου και ο θρόνος σου έσται ανωρθωμένος εις τον αιώνα 17 κατά πάντας τους λόγους τούτους και κατά πάσαν την όρασιν ταύτην ούτως ελάλησε Ναθάν προς Δαυίδ

David's Prayer

18 και εισήλθεν ο βασιλεύς Δαυίδ και εκάθισεν ενώπιον κυρίου και είπε τις ειμι εγώ κύριέ μου κύριε και τις ο οίκός μου ότι ηγάπησάς με έως τούτων 19 και κατεσμικρύνθην μικρόν ενώπιόν σου κύριέ μου κύριε και ελάλησας υπέρ του οίκου του δούλου σου εις μακράν ούτος δε ο νόμος του ανθρώπου κύριέ μου κύριε 20 και τι προσθήσει Δαυίδ έτι του λαλήσαι προς σε και νυν συ οίδας τον δούλόν σου κύριέ μου κύριε 21 διά τον λόγον σου και διά τον δούλόν σου πεποίηκας και κατά την καρδίαν σου πεποίηκας πάσαν την μεγαλωσύνην ταύτην γνωρίσαι τω δούλω σου 22 ένεκεν του μεγαλύναι σε κύριέ μου κύριε ότι ουκ έστιν ως συ και ουκ έστι θεός πλην σου εν πάσιν οις ηκούσαμεν εν τοις ωσίν ημών 23 και τις ως ο λαός σου Ισραήλ έθνος άλλο εν τη γη ως ωδήγησεν αυτόν ο θεός του λυτρώσασθαι αυτώ λαόν του θέσθαι σε όνομα του ποιήσαι μεγαλωσύνην και επιφάνειαν του εκβαλείν σε εκ προσώπου του λαού σου ους ελυτρώσω σεαυτώ εξ Αιγύπτου έθνη και σκηνώματα 24 και ητοίμασας σεαυτώ τον λαόν σου Ισραήλ εις λαόν έως αιώνος και συ κύριε εγένου αυτοίς εις θεόν 25 και νυν κύριέ μου κύριε το ρήμα ο ελάλησας υπέρ του δούλου σου και υπέρ του οίκου αυτού πίστωσον έως του αιώνος και καθώς ελάλησας ποίησον 26 και νυν μεγαλυνθείη το όνομά σου έως αιώνος λέγων 27 κύριος παντοκράτωρ ο θεός επί τον Ισραήλ απεκάλυψας το ωτίον του δούλου σου λέγων οίκον οικοδομήσω σοι διά τούτο εύρεν ο δούλός σου την καρδίαν εαυτού του προσεύξασθαι προς σε την προσευχήν ταύτην 28 και νυν κύριέ μου κύριε συ ει ο θεός και οι λογόι σου έσονται αληθινοί και ελάλησας υπέρ του δούλου σου τα αγαθά ταύτα 29 και νυν άρξαι και ευλόγησον τον οίκον του δούλου σου του είναι εις τον αιώνα ενώπιόν σου ότι συ κύριέ μου κύριε ελάλησας και από της ευλογίας σου ευλογηθήσεται ο οίκος του δούλου σου εις τον αιώνα
Copyright information for ABPGRK