2 Samuel 8

CHAPTER 8

David Strikes the Nations

και εγένετο μετά ταύτα επάταξε Δαυίδ τους αλλοφύλους και ετροπώσατο αυτούς και έλαβε Δαυίδ την αφωρισμένην εκ χειρός των αλλοφύλων και επάταξε Δαυίδ την Μωάβ και διεμέτρησεν αυτούς εν σχοινίοις κοιμίσας αυτούς επί την γην και εγένετο τα δύο σχοινίσματα του θανατώσαι και το πλήρωμα του τρίτου σχοινίσματος εζώγρησε και εγένετο Μωάβ τω Δαυίδ εις δούλους φέροντας ξένια και επάταξε Δαυίδ τον Αδραεζέρ υιόν Ραάφ βασιλέα Σουβά πορευομένου αυτού επιστήσαι την χείρα αυτού επί τον Ευφράτην ποταμόν και προκατελάβετο Δαυίδ των αυτού χίλια άρματα και επτά χιλιάδας ιππέων και είκοσι χιλιάδας ανδρών πεζών και παρέλυσε Δαυίδ πάντα τα άρματα και υπελείπετο εαυτώ εξ αυτών εκατόν άρματα και παραγίνεται η Συρία Δαμασκού βοηθήσαι τω Αδραεζέρ βασιλεί Σουβά και επάταξε Δαυίδ εν τω Σύρω είκοσι και δύο χιλιάδας ανδρών και έθετο Δαυίδ φρουράν εν Συρία τη κατά Δαμασκόν και εγένετο οι Σύροι τω Δαυίδ εις δούλους φέροντας ξένια και έσωσε κύριος τον Δαυίδ εν πάσιν οις επορεύετο και έλαβε Δαυίδ τους χλιδώνας τους χρυσούς οι ήσαν επί των παίδων των Αδραεζέρ βασιλέως Σουβά και ήνεγκεν αυτά εις Ιερουσαλήμ και εκ της Βατάκ και εκ των εκλεκτών πόλεων του Αδραεζέρ έλαβεν ο βασιλεύς Δαυίδ χαλκόν πολύν σφόδρα και ήκουσε Θοού ο βασιλεύς Ημάθ ότι επάταξε Δαυίδ πάσαν την δύναμιν Αδραεζέρ 10 και απέστειλε Θοού Ιεδδουράμ τον υιόν αυτού προς βασιλέα Δαυίδ ερωτήσαι αυτόν τα εις ειρήνην και ευλογήσαι αυτόν υπέρ ου επολέμησε τον Αδραεζέρ και επάταξεν αυτόν ότι αντικείμενος ην τω Αδραεζέρ και εν ταις χερσίν αυτού ήσαν σκεύη αργυρά και σκεύη χρυσά και σκεύη χαλκά

David Dedicates the Spoils to The LORD

11 και ταύτα ηγίασεν ο βασιλεύς Δαυίδ τω κυρίω μετά του αργυρίου και του χρυσίου ου ηγίασεν εκ πασών των πόλεων ων κατεδυνάστευσεν 12 και εκ της Ιδουμαίας και εκ της Μωάβ και εκ των υιών Αμμών και εκ των αλλοφύλων και εξ Αμαλήκ και εκ των σκύλων Αδραεζέρ υιόυ Ραάφ βασιλέως Σουβά 13 και εποίησε Δαυίδ όνομα και εν τω ανακάμπτειν αυτόν επάταξε την Ιδουμαίαν εν Γεβελέμ εις οκτωκαίδεκα χιλιάδας 14 και έθετο εν τη Ιδουμαία φρουράς εν πάση τη Ιδουμαία έθηκεν εστηλωμένους και εγένοντο πάντες οι εν τη Ιδουμαία δούλοι τω Δαυίδ και έσωσε κύριος τον Δαυίδ εν πάσιν οις επορεύετο 15 και εβασίλευσε Δαυίδ επί πάντα Ισραήλ και ην Δαυίδ ποιών κρίμα και δικαιοσύνην επί πάντα τον λαόν αυτού 16 και Ιωάβ υιός Σαρουϊα επί της στρατιάς και Ιωσαφάτ υιός Αχιλούδ επί των υπομνημάτων 17 και Σαδώκ υιός Αχιτώβ και Αχιμέλεχ υιός Αβιαθάρ ιερείς και Σαρέας ο γραμματεύς 18 και Βαναίας υιός Ιωιαδά σύμβουλος και ο Χελεθί και ο Φελετί και οι υιοί Δαυίδ αυλάρχαι ήσαν
Copyright information for ABPGRK