2 Samuel 9

CHAPTER 9

David Shows Kindness to Saul's House

και είπε Δαυίδ ει έστι τις έτι υπολελειμμένος εν τω οίκω Σαούλ και ποιήσω μετ΄ αυτού έλεος ένεκεν Ιωναθάν και εκ του οίκου Σαούλ ην παις και όνομα αυτώ Σιβά και καλούσιν αυτόν προς Δαυίδ και είπε προς αυτόν ο βασιλεύς συ ει Σιβά και είπεν δούλος σος και είπεν ο βασιλεύς ει υπολέλειπται έτι ανήρ εκ του οίκου Σαούλ και ποιήσω μετ΄ αυτού έλεος θεού και είπε Σιβά προς τον βασιλέα έτι εστίν υιός τω Ιωναθάν πεπληγώς τους πόδας και είπεν αυτώ ο βασιλεύς που ούτος και είπε Σιβά προς τον βασιλέα ιδού εν οίκω Μαχείρ υιόυ Αμιήλ εκ της Λοδαβάρ και απέστειλεν ο βασιλεύς Δαυίδ και έλαβεν αυτόν εκ του οίκου Μαχείρ υιόυ Αμιήλ εκ της Λοδεβάρ και παραγίνεται Μεφιβόσεθ υιός Ιωανθάν υιόυ Σαούλ προς τον βασιλέα Δαυίδ και έπεσεν επί πρόσωπον αυτού και προσεκύνησεν αυτώ και είπεν αυτώ Δαυίδ Μεφιβόσεθ και είπεν ιδού ο δούλός σου και είπεν αυτώ Δαυίδ μη φοβού ότι ποιών ποιήσω μετά σου έλεος διά Ιωναθάν τον πατέρα σου και αποκαταστήσω σοι πάντας τους αγρούς Σαούλ πατρός του πατρός σου και συ φαγή άρτον επί της τραπέζης μου διαπαντός και προσεκύνησεν αυτώ και είπε τις ειμί ο δούλός σου ότι επέβλεψας επί τον κύνα τον τεθνηκότα τον όμοιον εμοί και εκάλεσεν ο βασιλεύς τον Σιβά το παίδα Σαούλ και είπε προς αυτόν πάντα όσα εστί τω Σαούλ και όλον τον οίκον αυτού δέδωκα τω υιώ του κυρίου σου 10 και έργα αυτώ την γην συ και οι υιοί σου και οι δούλοί σου και εισοίσεις τω υιώ του κυρίου σου άρτους και φάγονται και Μεφιβόσεθ υιός του κυρίου σου φάγεται άρτον διαπαντός επί της τραπέζης μου και τω Σιβά ήσαν πεντεκαίδεκα υιοί και είκοσι δούλοι 11 και είπε Σιβά προς τον βασιλέα κατά πάντα όσα εντέταλται ο κύριός μου ο βασιλεύς τω δούλω αυτού ούτως ποιήσει ο δούλός σου και Μεφιβόσεθ ήσθιεν επί της τραπέζης Δαυίδ καθώς εις των υιών του βασιλέως 12 και τω Μεφιβόσεθ υιός μικρός ην και όνομα αυτώ Μιχά και πάσα η κατοίκησις του οίκου Σιβά δούλοι τω Μεφιβόσεθ 13 και Μεφιβόσεθ κατώκει εν Ιερουσαλήμ ότι επί της τραπέζης του βασιλέως ήσθιε διαπαντός και αυτός ην χωλός αμφοτέρους τους πόδας αυτού
Copyright information for ABPGRK