2 Samuel 18

CHAPTER 18

Leaders of David's Forces

1και επεσκέψατο Δαυίδ πάντα τον λαόν τον μετ΄ αυτού και κατέστησεν επ΄ αυτούς χιλιάρχους και εκατοντάρχους 2και απέστειλε Δαυίδ τον λαόν το τρίτον εν χειρί Ιωάβ και το τρίτον εν χειρί Αβεσσά υιόυ Σαρουίας αδελφού Ιωάβ και το τρίτον εν χειρί Εθί του Γεθαίου και είπεν ο βασιλεύς προς τον λαόν εξελθών εξελεύσομαι και γε εγώ μεθ΄ υμών 3και είπεν ο λαός ουκ εξελεύση ότι εάν φυγή φύγωμεν ου θήσουσιν εφ΄ ημάς καρδίαν και εάν αποθάνωμεν το ήμισυ ημών ου θήσουσιν εφ΄ ημάς καρδίαν ότι συ ως ημείς δέκα χιλιάδες και νυν αγαθόν ότι έση ημίν εν τη πόλει εις βοηθόν ημών 4και είπε προς αυτούς ο βασιλεύς το αρέση ενώπιον υμών ποιήσω και έστη ο βασιλεύς παρά το κλίτος της πύλης και πας ο λαός εξεπορεύετο εις εκατοντάδας και εις χιλιάδας 5και ενετείλατο ο βασιλεύς τω Ιωάβ και τω Αβεσσά και τω Εθί λέγων φείσασθέ μοι του παιδαρίου του Αβεσαλώμ και πας ο λαός ήκουσεν εντελλομένου του βασιλέως πάσι τοις άρχουσιν υπέρ Αβεσαλώμ 6και εξήλθε πας ο λαός εις το πεδίον εις απάντησιν τω Ισραήλ και εγένετο ο πόλεμος εν τω δρυμώ Εφραϊμ 7και έπταισεν εκεί ο λαός Ισραήλ ενώπιον των παίδων Δαυίδ και εγένετο η θραύσις μεγάλη εν τη ημέρα εκείνη είκοσι χιλιάδες ανδρών 8και εγένετο εκεί ο πόλεμος διεσπαρμένος επί πρόσωπον πάσης της γης και επλεόνασεν ο δρυμός του καταφαγείν εκ του λαού υπέρ ους κατέφαγεν η ρομφαία εν τω λαώ τη ημέρα εκείνη 9και συνήντησεν Αβεσαλώμ ενώπιον των παίδων Δαυίδ και Αβεσαλώμ ην επιβεβηκώς επί του ημιόνου και εισήλθεν ο ημίονος υπό το δάσος της δρυός της μεγάλης και περιεπλάκη η κεφαλή αυτού εν τη δρυϊ και εκρεμάσθη αναμέσον του ουρανού και αναμέσον της γης και ο ημίονος υποκάτω αυτού παρήλθε 10και είδεν ανήρ εις και ανήγγειλε τω Ιωάβ και είπεν ιδού εώρακα τον Αβεσαλώμ κρεμάμενον εν τη δρυϊ 11και είπεν Ιωάβ τω ανδρί τω αναγγέλλοντι αυτώ και ιδού εώρακας και τι ότι ουκ επάταξας αυτόν εκεί εις την γην και εγώ έδωκα αν σοι δέκα σίκλους αργυρίου και παραζώνην μίαν 12είπε δε ο ανήρ προς Ιωάβ και εάν συ παριστάς επί τας χείράς μου χιλίους σίκλους αργυρίου ου μη επιβάλω την χείρά μου επί τον υιόν του βασιλέως ότι εν τοις ωσίν ημών ενετείλατο ο βασιλεύς σοι και τω Αβεσσά και τω Εθί λέγων φυλάξατέ μοι το παιδάριον τον Αβεσαλώμ 13μη ποιήσαι εν τη ψυχή αυτού άδικον και πας ο λόγος ου λήσεται από του βασιλέως και συ στήση εξεναντίας

Joab Kills Absalom

14και είπεν Ιωάβ τούτο εγώ άρξομαι ουχ ούτως μενώ ενώπιόν σου και έλαβεν Ιωάβ τρία βέλη εν τη χειρί αυτού και ενέπηξεν αυτά εν τη καρδία Αβεσαλώμ έτι αυτού ζώντος εν τη καρδία της δρυός 15και εκύκλωσαν δέκα παιδάρια αίροντα τα σκεύη Ιωάβ και επάταξαν τον Αβεσαλώμ και εθανάτωσαν αυτόν 16και εσάλπισεν Ιωάβ εν σάλπιγγι και απέστρεψεν ο λαός του μη διώκειν οπίσω Ισραήλ ότι εφείδετο Ιωάβ του λαού 17και έλαβεν Ιωάβ τον Αβεσαλώμ και έρριψεν αυτόν εις χάσμα μέγα εν τω δρυμώ εις τον βόθυνον τον μέγαν και έστησαν επ΄ αυτόν σωρόν λίθων μέγαν σφόδρα και πας Ισραήλ έφυγεν έκαστος εις το σκήνωμα αυτού 18και Αβεσαλώμ έτι ζων έλαβε και έστησεν εαυτώ στήλην εν τη κοιλάδι του βασιλέως ότι είπεν ουκ έστι μοι υιός αναμιμνήσκησεται το όνομά μου και εκάλεσε την στήλην επί τω ονόματι αυτού και εκάλεσεν αυτήν Χειρ Αβεσαλώμ έως της ημέρας ταύτης 19και Αχιμάας υιός Σαδώκ είπε δραμών δη ευαγγελιούμαι τω βασιλεί ότι έκρινεν αυτώ κύριος εκ χειρός των εχθρών αυτού 20και είπεν αυτώ Ιωάβ ουκ ανήρ ευαγγελίων ει συ εν τη ημέρα ταύτη και συ ευαγγελιή εν ημέρα άλλη εν δε τη ημέρα ταύτη ουκ ευαγγελιή οτι υιός του βασιλέως τέθνηκε 21και είπεν Ιωάβ τω Χουσί πορεύου ανάγγειλον τω βασιλεί α εώρακας και προσεκύνησε Χουσί τω Ιωάβ και έδραμεν 22και προσέθετο έτι Αχιμάας υιός Σαδώκ και είπε τω Ιωάβ και έστω ότι δράμω και γε εγώ οπίσω του Χουσί και είπεν Ιωάβ ινατί συ τρέχεις τέκνον μου ουκ έστι σοι ευαγγελία εις ωφέλειαν πορευομένω 23και είπεν Αχιμάας τι γαρ εάν δράμω και είπεν αυτώ Ιωάβ δράμε και έδραμεν Αχιμάας κατά την οδόν του Κεχάρ και υπερέβη τον Χουσί 24και Δαυίδ εκάθητο αναμέσον των δύο πυλών και επορεύθη ο σκοπός εις το δώμα της πύλης προς το τείχος και ήρε τους οφθαλμούς αυτού και είδε και ιδού ανήρ τρέχων μόνος ενώπιον αυτού 25και ανεβόησεν ο σκοπός και απήγγειλε τω βασιλεί και είπεν ο βασιλεύς ει μόνος εστίν ευαγγέλια εν τω στόματι αυτού και επορεύετο πορευόμενος και εγγίζων 26και είδεν ο σκοπός άνδρα έτερον τρέχοντα και ανεβόησεν ο σκοπός προς τη πύλη και είπεν ιδού ανήρ έτερος τρέχων μόνος και είπεν ο βασιλεύς και ούτος ευαγγελιζόμενός εστι 27και είπεν ο σκοπός εγώ ορώ τον δρόμον του πρώτου ως δρόμον Αχιμάας υιόυ Σαδώκ και είπεν ο βασιλεύς ανήρ αγαθός ούτος και γε εις ευαγγελίαν αγαθήν ελεύσεται 28και εβόησεν Αχιμάας και είπε προς τον βασιλέα ειρήνη και προσεκύνησε τω βασιλεί επί πρόσωπον αυτού επί την γην και είπεν ευλογητός κύριος ο θεός σου ος απέκλεισε τους άνδρας τους επηρμένους την χείρα αυτών επί τον κύριον μου τον βασιλέα 29και είπεν ο βασιλεύς ειρήνη τω παιδαρίω τω Αβεσαλώμ και είπεν Αχιμάας είδον το πλήθος το μέγα ευφραινόμενον εν τω αποστείλαι Ιωάβ τον παίδα του βασιλέως και τον δούλόν σου και ουκ έγνων τι εκεί 30και είπεν ο βασιλεύς επίστρεψον και παράστηθι ώδε και επεστράφη και έστη 31και ιδού ο Χουσί παρεγένετο και είπεν ο Χουσί τω βασιλεί ευαγγελισθήτω ο κύριός μου ο βασιλεύς ότι έκρινέ σοι κύριος σήμερον εκ χειρός πάντων των επεγειρομένων επί σε 32και είπεν ο βασιλεύς προς τον Χουσί ει ειρήνη τω παιδαρίω τω Αβεσαλώμ και είπεν ο Χουσί γένοιντο ως το παιδάριον οι εχθροί του κυρίου μου του βασιλέως και πάντες όσοι επανέστησάν σοι εις κακά 33και εταράχθη ο βασιλεύς και ανέβη εις το υπερώον της πύλης και έκλαυσε και ούτως είπεν εν τω κλαίειν αυτόν υιέ μου Αβεσαλώμ υιέ μου υιέ μου Αβεσαλώμ τις δώη τον θάνατόν μου αντί σου εγώ αντί σου Αβεσαλώμ υιέ μου υιέ μου
Copyright information for ABPGRK