2 Samuel 19

CHAPTER 19

David Mourns Absalom's Death

1και ανηγγέλη τω Ιωάβ λέγοντες ιδού ο βασιλεύς κλαίει και πενθεί επί Αβεσαλώμ 2και εγένετο η σωτηρία εν τη ημέρα εκείνη εις πένθος παντί τω λαώ ότι ήκουσεν ο λαός εν τη ημέρα εκείνη λεγόντων ότι λυπείται ο βασιλεύς περι του υιόυ αυτού 3και διεκλέπτετο ο λαός εν τη ημέρα εκείνη του εισελθείν εις την πόλιν καθώς διακλέπτεται ο λαός οι αισχυνόμενοι εν τω φεύγειν αυτούς εν τω πολέμω 4και ο βασιλεύς έκρυψε το πρόσωπον αυτού και έκραξεν ο βασιλεύς φωνή μεγάλη λέγων υιέ μου Αβεσαλώμ Αβεσαλώμ υιέ μου 5και εισήλθεν Ιωάβ προς τον βασιλέα εις τον οίκον και είπε κατήσχυνας συ σήμερον τα πρόσωπα πάντων των παίδων σου των διασωσάντων την ψυχήν σου σήμερον και την ψυχήν των υιών σου και των θυγατέρων σου και την ψυχήν των γυναικών σου και την ψυχήν των παλλακών σου 6του αγαπάν τους μισούντάς σε και μισείν τους αγαπώντάς σε οτι ανήγγειλας σήμερον ότι ουκ εισί σοι άρχοντες ουδέ παίδες ότι οιδα ότι Αβεσαλώμ ει έζη σήμερον και πάντες αν ημείς απεθάνομεν ότι τότε ήρεσκεν ενώπιόν σου 7και νυν ανάστηθι έξελθε και λάλησον επι την καρδίαν των παίδων σου ότι εν κυρίω ώμοσα ότι ει μη συ εκπορεύση ου μη μείνη ανήρ μετά σου την νύκτα ταύτην και επίγνωθι τούτο σεαυτώ οτι κακόν σοι τούτο υπέρ παν το κακόν το επελθόν σοι εκ νεότητός σου έως του νυν 8και ανέστη ο βασιλεύς και εκάθισεν επί της πύλης και πας ο λαός ανήγγειλαν λέγοντες ιδού ο βασιλεύς κάθηται επί την πύλην και παρεγένετο πας ο λαός ενώπιον του βασιλέως και Ισραήλ έφυγεν έκαστος εις το σκήνωμα αυτού 9και ην πας ο λαός διακρινόμενος εν πάσαις ταις φυλαίς Ισραήλ λέγοντες ο βασιλεύς Δαυίδ ερρύσατο ημάς εκ χειρός πάντων των εχθρών ημών και αυτός εξείλετο ημάς εκ χειρός των αλλοφύλων και νυν πέφευγεν από της γης 10και Αβεσαλώμ ον εχρίσαμεν εφ΄ ημών απέθανεν εν τω πολέμω και νυν ινατί υμείς κωφεύετε του επιστρέψαι τον βασιλέα και το ρήμα παντός Ισραήλ ήλθε προς τον βασιλέα 11και ο βασιλεύς Δαυίδ απέστειλε προς Σαδώκ και προς Αβιαθάρ τους ιερείς λέγων λαλήσατε προς τους πρεσβυτέρους Ιούδα λέγοντες ινατί γίνεσθε έσχατοι του επιστρέψαι τον βασιλέα εις τον οίκον αυτού και ο λόγος παντός Ισραήλ ήλθε προς τον βασιλέα 12αδελφοί μου υμείς οστούν μου και σαρξ μου ινατί γίνεσθε εις τους εσχάτους του επιστρέψαι τον βασιλέα εις τον οίκον αυτού 13και τω Αμεσσά ερείτε ουχί οστούν μου και σαρξ μου συ και νυν τάδε ποιήσαι μοι ο θεός και τάδε προσθείη ει μη άρχων δυνάμεως έση ενώπιον εμού πάσας τας ημέρας αντί Ιωάβ 14και έκλινε την καρδίαν παντός ανδρός Ιούδα ως ανδρός ενός και απέστειλαν προς τον βασιλέα λέγοντες επίστρεφε συ και πάντες οι παίδές σου 15και επέστρεψεν ο βασιλεύς και ήλθεν έως του Ιορδάνου και άνδρες Ιούδα ήλθαν εις Γάλγαλα του πορεύεσθαι εις απαντήν του βασιλέως του διαβιβάσαι τον βασιλέα τον Ιορδάνην 16και ετάχυνε Σεμεϊ υιός Γηρά υιόυ του Ιεμινί εκ Βαχουρίν και κατέβη μετά των ανδρών Ιούδα εις απάντησιν τω βασιλεί Δαυίδ 17και χίλιοι άνδρες μετ΄ αυτού εκ του Βενιαμίν και Σιβά το παιδάριον του οίκου Σαούλ και πεντεκαίδεκα υιοί αυτού και είκοσι δούλοι αυτού μετ΄ αυτού και κατεύθυναν επί τον Ιορδάνην ενώπιον του βασιλέως

David Returns to Jerusalem

18και διέβη η διάβασις του εξεγείραι τον οίκον του βασιλέως και του ποιήσαι το ευθές εν οφθαλμοίς αυτού και Σεμεϊ υιός Γηρά έπεσεν επί πρόσωπον αυτού ενώπιον του βασιλέως διαβαίνοντος αυτού τον Ιορδάνην 19και είπε προς τον βασιλέα μη δη λογισάσθω ο κύριός μου ανομίαν και μη μνησθήτω όσα ηδίκησεν ο δούλός σου εν τη ημέρα η εξεπορεύετο ο κύριός μου ο βασιλεύς εξ Ιερουσαλήμ του θέσθαι τον βασιλέα επι την καρδιαν αυτού 20ότι έγνω ο δούλός σου ότι ημάρτηκα και ιδού εγώ παραγέγονα σήμερον πρώτος παντός του οίκου Ιωσήφ του καταβήναί με εις την απάντησιν του κυρίου μου του βασιλέως 21και απεκρίθη Αβεσσά υιός Σαρουϊα και είπεν αντί τούτου ου θανατωθήσεται Σεμεϊ ότι κατηράσατο τον χριστόν κυρίου 22και είπε Δαυίδ τι εμοί και υμίν υιοί Σαρουϊα ότι γίνεσθέ μοι σήμερον εις επίβουλον ει σήμερον θανατωθήσεταί τις ανήρ εν Ισραήλ ουκ οίδα ότι σήμερον βασιλεύω εγώ επί τον Ισραήλ 23και είπεν ο βασιλεύς προς Σεμεϊ ου θανατωθήση και ώμοσεν αυτώ ο βασιλεύς 24και Μεφιβόσεθ υιός Ιωναθάν υιόυ Σαούλ κατέβαινεν εις απάντησιν τω βασιλεί και ουκ εθεράπευσε τους πόδας αυτού ουδέ εποίησε τον μύστακα αυτού και τα ιμάτια αυτού ουκ έπλυνεν από της ημέρας ης απήλθεν ο βασιλεύς έως της ημέρας ης παρεγένετο εν ειρήνη 25και εγένετο ότε εισήλθεν εις Ιερουσαλήμ εις απάντησιν τω βασιλεί και είπεν αυτώ ο βασιλεύς τι ότι ουκ επορεύθης μετ΄ εμού Μεφιβόσεθ 26και είπε προς αυτόν Μεφιβόσεθ κύριέ μου βασιλεύ ο δούλός μου παρελογίσατό με ότι είπεν ο δούλός σου αυτώ επίσαξόν μοι τον όνον και επιβώ επ΄ αυτόν και πορεύσομαι μετά του βασιλέως ότι χωλός ο δούλός σου 27και μεθώδευσεν εν του δούλου σου προς τον κύριόν μου τον βασιλέα και ο κύριός μου ο βασιλεύς ως άγγελος θεού και ποίησον το αγαθόν εν οφθαλμοίς σου 28ότι ουκ ην πας ο οίκος του πατρός μου αλλ η άνδρες θανάτου τω κυρίω μου τω βασιλεί και έθηκας τον δούλόν σου εν τοις εσθίουσι εν τη τραπέζη σου και τι έστι μοι έτι δικαίωμα και του κεκραγέναι έτι προς τον βασιλέα 29και είπεν αυτώ ο βασιλεύς ινατί λαλείς έτι τους λόγους σου είπον συ και Σιβά διελείσθε τον αγρόν 30και είπε Μεφιβόσεθ προς τον βασιλέα και τα πάντα λαβέτω μετά το παραγένεσθαι τον κύριόν μου τον βασιλέα εν ειρήνη εις τον οίκον αυτού

David Shows Kindness to Barzillai

31και Βερζελλί ο Γαλααδίτης κατέβη εκ Ρωγελλίν και διέβη μετά του βασιλέως τον Ιορδάνην του προπέμψαι αυτόν εκ τον Ιορδάνην 32και Βερζελλί πρεσβύτης σφόδρα υιός ογδοήκοντα ετών και αυτός διέθρεψε τον βασιλέα εν τω οικείν αυτόν εν Μαναϊμ ότι ανήρ μέγας ην σφόδρα 33και είπεν ο βασιλεύς προς τον Βερζελλί συ διαβήση μετ΄ εμού και διαθρέψω το γήράς σου μετ΄ εμού εν Ιερουσαλήμ 34και είπε Βερζελλί προς τον βασιλέα πόσαι αι ημέραι ετών ζωής μου ίνα αναβώ μετά του βασιλέως εις Ιερουσαλήμ 35υιός ογδοήκοντα ετών εγώ ειμι σήμερον μη γνώσομαι αναμέσον αγαθού και αναμέσον κακού ει γεύσεται έτι ο δούλός σου ο φάγομαι η πίομαι ει ακούσομαι έτι φωνήν αδόντων και αδουσών και ινατί γίνεται ο δούλός σου φορτίον επί τον κύριόν μου τον βασιλέα 36οτι ολίγον διαβήσεται ο δούλός σου τον Ιορδάνην μετά του βασιλέως και ινατί ο κύριός μου ο βασιλεύς ανταποδίδωσί μοι τούτο ανταπόδομα 37αποστρεψάτω δη ο δούλός σου και αποθανούμαι εν τη πόλει μου παρά τω τάφω του πατρός μου και της μητρός μου και ιδού ο δούλός σου Χιμαάν ο υιός μου διαβήσεται μετά του κυρίου μου του βασιλέως και ποιήσεις αυτώ το αρεστόν ενώπιόν σου 38και είπεν ο βασιλεύς μετ΄ εμού διαβήτω Χιμαάν καγώ ποιήσω αυτώ το αρεστόν ενώπιόν σου και ο αν επιτάξης εμοί ποιήσω σοι 39και διέβη πας ο λαός τον Ιορδάνην και ο βασιλεύς ειστήκει και κατεφίλησεν ο βασιλεύς τον Βερζελλί και ευλόγησεν αυτόν και επέστρεψεν εις τον τόπον αυτού 40και διέβη ο βασιλεύς εις Γάλγαλα και Χιμαάν διέβη μετ΄ αυτού και πας ο λαός Ιούδα διαβίβασαν αυτόν και το ήμισυ του λαού Ισραήλ 41και ιδού πας ανήρ Ισραήλ παρεγένοντο προς τον βασιλέα και είπον τω βασιλέα τι ότι έκλεψάν σε οι αδελφοί ημών οι άνδρες Ιούδα και διεβίβασαν τον βασιλέα και τον οίκον αυτού τον Ιορδάνην και πάντες τους άνδρες Δαυίδ μετ΄ αυτού 42και απεκρίθησαν άνδρες Ιούδα τοις άνδρασιν Ισραήλ και είπον διότι εγγίζει ημίν ο βασιλεύς και ινατί τούτο εθυμώθης περί του λόγου τούτου η εσθίοντες βεβρώκαμέν τι βρώμα παρά του βασιλέως η δόμα δέδωκεν ημίν 43και απεκρίθησαν οι άνδρες Ισραήλ προς τους άνδρας Ιούδα και είπον δέκα μοι χείρες εν τω βασιλεί και γε εν τω Δαυίδ ειμί υπέρ σε και τι ότι ύβρισάς με και ουκ εγένετο ο ρήμά μου πρότερον του επιστρέψαι τον βασιλέα εμοί και εσκληρύνθη ο ρήμα ανδρών Ιούδα υπέρ τον ρήμα ανδρών Ισραήλ
Copyright information for ABPGRK