2 Samuel 7

CHAPTER 7

Nathan Speaks to David Regarding God's House

1και εγένετο ότε εκάθισεν ο βασιλεύς εν τω οίκω αυτού και κύριος κατέπαυσεν αυτόν κυκλόθεν από πάντων των εχθρών αυτού 2και είπεν ο βασιλεύς προς Ναθάν τον προφήτην ιδού δη εγώ κατοικώ εν οίκω κεδρίνω και η κιβωτός του θεού κάθηται εν μέσω της σκηνής 3και είπεν Ναθάν προς τον βασιλέα πάντα όσα αν η εν τη καρδία σου βάδιζε και ποίει ότι ο κύριος μετά σου 4και εγένετο εν τη νυκτί εκείνη και εγένετο ρήμα κυρίου προς Ναθάν λέγων 5πορεύου και ειπέ προς τον δούλόν μου Δαυίδ τάδε λέγει κύριος ου συ οικοδομήσεις μοι οίκον του κατοικήσαί με 6ότι ου κατώκηκα εν οίκω αφ΄ ης ημέρας ανήγαγον τους υιούς Ισραήλ εξ Αιγύπτου έως της ημέρα ταύτης και ήμην εμπεριπατών εν καταλύματι εν σκηνή 7εν πάσιν οις διήλθον εν παντί τω Ισραήλ ει λαλών ελάλησα προς μίαν φυλήν του Ισραήλ ω ενετειλάμην ποιμαίνειν τον λαόν μου Ισραήλ λέγων ινατί ουκ ωκοδομήκατέ μοι οίκον κέδρινον 8και νυν τάδε ερείς τω δούλω μου Δαυίδ τάδε λέγει κύριος παντοκράτωρ έλαβόν σε εκ της μάνδρας των προβάτων του είναί σε εις ηγούμενον επί τον λαόν μου τον Ισραήλ 9και ήμην μετά σου εν πάσιν οις επορεύου και εξωλόθρευσα πάντας τους εχθρούς σου από προσώπου σου και εποίησά σοι όνομα μέγα κατά το όνομα των μεγάλων των επί της γης 10και θήσομαι τόπον τω λαώ μου Ισραήλ και καταφυτεύσω αυτόν και κατασκηνώσει καθ΄ εαυτόν και ου μεριμνήσει ουκέτι και ου προσθήσει υιός αδικίας του ταπεινώσαι αυτόν καθώς απ΄ αρχής 11και από των ημερών ων έταξα κριτάς επί τον λαόν μου Ισραήλ και αναπαύσω σε από πάντων των εχθρών σου και απαγγελεί σοι κύριος ότι οίκον οικοδομήσει σοι 12και έσται εάν πληρωθώσιν αι ημέραι σου και κοιμηθήση μετά των πατέρων σου και αναστήσω το σπέρμα σου μετά σε ος έσται εκ της κοιλίας σου και ετοιμάσω την βασιλείαν αυτού 13αυτός οικοδομήσει μοι οίκον τω ονόματί μου και ανορθώσω τον θρόνον αυτού έως εις τον αιώνα 14εγώ έσομαι αυτώ εις πατέρα και αυτός έσται μοι εις υιόν και εάν έλθη η αδικία αυτού και ελέγξω αυτόν εν ράβδω ανδρών και εν αφαίς υιών ανθρώπων 15το δε έλεός μου ουκ αποστήσω απ΄ αυτού καθώς απέστησα από Σαούλ ων απέστησα από προσώπου σου 16και πιστωθήσεται ο οίκός σου και η βασιλεία σου έως αιώνος ενώπιόν μου και ο θρόνος σου έσται ανωρθωμένος εις τον αιώνα 17κατά πάντας τους λόγους τούτους και κατά πάσαν την όρασιν ταύτην ούτως ελάλησε Ναθάν προς Δαυίδ

David's Prayer

18και εισήλθεν ο βασιλεύς Δαυίδ και εκάθισεν ενώπιον κυρίου και είπε τις ειμι εγώ κύριέ μου κύριε και τις ο οίκός μου ότι ηγάπησάς με έως τούτων 19και κατεσμικρύνθην μικρόν ενώπιόν σου κύριέ μου κύριε και ελάλησας υπέρ του οίκου του δούλου σου εις μακράν ούτος δε ο νόμος του ανθρώπου κύριέ μου κύριε 20και τι προσθήσει Δαυίδ έτι του λαλήσαι προς σε και νυν συ οίδας τον δούλόν σου κύριέ μου κύριε 21διά τον λόγον σου και διά τον δούλόν σου πεποίηκας και κατά την καρδίαν σου πεποίηκας πάσαν την μεγαλωσύνην ταύτην γνωρίσαι τω δούλω σου 22ένεκεν του μεγαλύναι σε κύριέ μου κύριε ότι ουκ έστιν ως συ και ουκ έστι θεός πλην σου εν πάσιν οις ηκούσαμεν εν τοις ωσίν ημών 23και τις ως ο λαός σου Ισραήλ έθνος άλλο εν τη γη ως ωδήγησεν αυτόν ο θεός του λυτρώσασθαι αυτώ λαόν του θέσθαι σε όνομα του ποιήσαι μεγαλωσύνην και επιφάνειαν του εκβαλείν σε εκ προσώπου του λαού σου ους ελυτρώσω σεαυτώ εξ Αιγύπτου έθνη και σκηνώματα 24και ητοίμασας σεαυτώ τον λαόν σου Ισραήλ εις λαόν έως αιώνος και συ κύριε εγένου αυτοίς εις θεόν 25και νυν κύριέ μου κύριε το ρήμα ο ελάλησας υπέρ του δούλου σου και υπέρ του οίκου αυτού πίστωσον έως του αιώνος και καθώς ελάλησας ποίησον 26και νυν μεγαλυνθείη το όνομά σου έως αιώνος λέγων 27κύριος παντοκράτωρ ο θεός επί τον Ισραήλ απεκάλυψας το ωτίον του δούλου σου λέγων οίκον οικοδομήσω σοι διά τούτο εύρεν ο δούλός σου την καρδίαν εαυτού του προσεύξασθαι προς σε την προσευχήν ταύτην 28και νυν κύριέ μου κύριε συ ει ο θεός και οι λογόι σου έσονται αληθινοί και ελάλησας υπέρ του δούλου σου τα αγαθά ταύτα 29και νυν άρξαι και ευλόγησον τον οίκον του δούλου σου του είναι εις τον αιώνα ενώπιόν σου ότι συ κύριέ μου κύριε ελάλησας και από της ευλογίας σου ευλογηθήσεται ο οίκος του δούλου σου εις τον αιώνα
Copyright information for ABPGRK