2 Samuel 8

CHAPTER 8

David Strikes the Nations

1και εγένετο μετά ταύτα επάταξε Δαυίδ τους αλλοφύλους και ετροπώσατο αυτούς και έλαβε Δαυίδ την αφωρισμένην εκ χειρός των αλλοφύλων 2και επάταξε Δαυίδ την Μωάβ και διεμέτρησεν αυτούς εν σχοινίοις κοιμίσας αυτούς επί την γην και εγένετο τα δύο σχοινίσματα του θανατώσαι και το πλήρωμα του τρίτου σχοινίσματος εζώγρησε και εγένετο Μωάβ τω Δαυίδ εις δούλους φέροντας ξένια 3και επάταξε Δαυίδ τον Αδραεζέρ υιόν Ραάφ βασιλέα Σουβά πορευομένου αυτού επιστήσαι την χείρα αυτού επί τον Ευφράτην ποταμόν 4και προκατελάβετο Δαυίδ των αυτού χίλια άρματα και επτά χιλιάδας ιππέων και είκοσι χιλιάδας ανδρών πεζών και παρέλυσε Δαυίδ πάντα τα άρματα και υπελείπετο εαυτώ εξ αυτών εκατόν άρματα 5και παραγίνεται η Συρία Δαμασκού βοηθήσαι τω Αδραεζέρ βασιλεί Σουβά και επάταξε Δαυίδ εν τω Σύρω είκοσι και δύο χιλιάδας ανδρών 6και έθετο Δαυίδ φρουράν εν Συρία τη κατά Δαμασκόν και εγένετο οι Σύροι τω Δαυίδ εις δούλους φέροντας ξένια και έσωσε κύριος τον Δαυίδ εν πάσιν οις επορεύετο 7και έλαβε Δαυίδ τους χλιδώνας τους χρυσούς οι ήσαν επί των παίδων των Αδραεζέρ βασιλέως Σουβά και ήνεγκεν αυτά εις Ιερουσαλήμ 8και εκ της Βατάκ και εκ των εκλεκτών πόλεων του Αδραεζέρ έλαβεν ο βασιλεύς Δαυίδ χαλκόν πολύν σφόδρα 9και ήκουσε Θοού ο βασιλεύς Ημάθ ότι επάταξε Δαυίδ πάσαν την δύναμιν Αδραεζέρ 10και απέστειλε Θοού Ιεδδουράμ τον υιόν αυτού προς βασιλέα Δαυίδ ερωτήσαι αυτόν τα εις ειρήνην και ευλογήσαι αυτόν υπέρ ου επολέμησε τον Αδραεζέρ και επάταξεν αυτόν ότι αντικείμενος ην τω Αδραεζέρ και εν ταις χερσίν αυτού ήσαν σκεύη αργυρά και σκεύη χρυσά και σκεύη χαλκά

David Dedicates the Spoils to The LORD

11και ταύτα ηγίασεν ο βασιλεύς Δαυίδ τω κυρίω μετά του αργυρίου και του χρυσίου ου ηγίασεν εκ πασών των πόλεων ων κατεδυνάστευσεν 12και εκ της Ιδουμαίας και εκ της Μωάβ και εκ των υιών Αμμών και εκ των αλλοφύλων και εξ Αμαλήκ και εκ των σκύλων Αδραεζέρ υιόυ Ραάφ βασιλέως Σουβά 13και εποίησε Δαυίδ όνομα και εν τω ανακάμπτειν αυτόν επάταξε την Ιδουμαίαν εν Γεβελέμ εις οκτωκαίδεκα χιλιάδας 14και έθετο εν τη Ιδουμαία φρουράς εν πάση τη Ιδουμαία έθηκεν εστηλωμένους και εγένοντο πάντες οι εν τη Ιδουμαία δούλοι τω Δαυίδ και έσωσε κύριος τον Δαυίδ εν πάσιν οις επορεύετο 15και εβασίλευσε Δαυίδ επί πάντα Ισραήλ και ην Δαυίδ ποιών κρίμα και δικαιοσύνην επί πάντα τον λαόν αυτού 16και Ιωάβ υιός Σαρουϊα επί της στρατιάς και Ιωσαφάτ υιός Αχιλούδ επί των υπομνημάτων 17και Σαδώκ υιός Αχιτώβ και Αχιμέλεχ υιός Αβιαθάρ ιερείς και Σαρέας ο γραμματεύς 18και Βαναίας υιός Ιωιαδά σύμβουλος και ο Χελεθί και ο Φελετί και οι υιοί Δαυίδ αυλάρχαι ήσαν
Copyright information for ABPGRK