2 Samuel 9

CHAPTER 9

David Shows Kindness to Saul's House

1και είπε Δαυίδ ει έστι τις έτι υπολελειμμένος εν τω οίκω Σαούλ και ποιήσω μετ΄ αυτού έλεος ένεκεν Ιωναθάν 2και εκ του οίκου Σαούλ ην παις και όνομα αυτώ Σιβά και καλούσιν αυτόν προς Δαυίδ και είπε προς αυτόν ο βασιλεύς συ ει Σιβά και είπεν δούλος σος 3και είπεν ο βασιλεύς ει υπολέλειπται έτι ανήρ εκ του οίκου Σαούλ και ποιήσω μετ΄ αυτού έλεος θεού και είπε Σιβά προς τον βασιλέα έτι εστίν υιός τω Ιωναθάν πεπληγώς τους πόδας 4και είπεν αυτώ ο βασιλεύς που ούτος και είπε Σιβά προς τον βασιλέα ιδού εν οίκω Μαχείρ υιόυ Αμιήλ εκ της Λοδαβάρ 5και απέστειλεν ο βασιλεύς Δαυίδ και έλαβεν αυτόν εκ του οίκου Μαχείρ υιόυ Αμιήλ εκ της Λοδεβάρ 6και παραγίνεται Μεφιβόσεθ υιός Ιωανθάν υιόυ Σαούλ προς τον βασιλέα Δαυίδ και έπεσεν επί πρόσωπον αυτού και προσεκύνησεν αυτώ και είπεν αυτώ Δαυίδ Μεφιβόσεθ και είπεν ιδού ο δούλός σου 7και είπεν αυτώ Δαυίδ μη φοβού ότι ποιών ποιήσω μετά σου έλεος διά Ιωναθάν τον πατέρα σου και αποκαταστήσω σοι πάντας τους αγρούς Σαούλ πατρός του πατρός σου και συ φαγή άρτον επί της τραπέζης μου διαπαντός 8και προσεκύνησεν αυτώ και είπε τις ειμί ο δούλός σου ότι επέβλεψας επί τον κύνα τον τεθνηκότα τον όμοιον εμοί 9και εκάλεσεν ο βασιλεύς τον Σιβά το παίδα Σαούλ και είπε προς αυτόν πάντα όσα εστί τω Σαούλ και όλον τον οίκον αυτού δέδωκα τω υιώ του κυρίου σου 10και έργα αυτώ την γην συ και οι υιοί σου και οι δούλοί σου και εισοίσεις τω υιώ του κυρίου σου άρτους και φάγονται και Μεφιβόσεθ υιός του κυρίου σου φάγεται άρτον διαπαντός επί της τραπέζης μου και τω Σιβά ήσαν πεντεκαίδεκα υιοί και είκοσι δούλοι 11και είπε Σιβά προς τον βασιλέα κατά πάντα όσα εντέταλται ο κύριός μου ο βασιλεύς τω δούλω αυτού ούτως ποιήσει ο δούλός σου και Μεφιβόσεθ ήσθιεν επί της τραπέζης Δαυίδ καθώς εις των υιών του βασιλέως 12και τω Μεφιβόσεθ υιός μικρός ην και όνομα αυτώ Μιχά και πάσα η κατοίκησις του οίκου Σιβά δούλοι τω Μεφιβόσεθ 13και Μεφιβόσεθ κατώκει εν Ιερουσαλήμ ότι επί της τραπέζης του βασιλέως ήσθιε διαπαντός και αυτός ην χωλός αμφοτέρους τους πόδας αυτού
Copyright information for ABPGRK