2 Timothy 1

CHAPTER 1

Paul's Longing to See Timothy

Παύλος απόστολος χριστού Ιησού διά θελήματος θεού κατ΄ επαγγελίαν ζωής της εν χριστώ Ιησού Τιμοθέω αγαπητώ τέκνω χάρις έλεος ειρήνη από θεού πατρός και χριστού Ιησού του κυρίου ημών χάριν έχω τω θεώ ω λατρεύω από προγόνων εν καθαρά συνειδήσει ως αδιάλειπτον έχω την περί σου μνείαν εν ταις δεήσεσί μου νυκτός και ημέρας επιποθών σε ιδείν μεμνημένος σου των δακρύων ίνα χαράς πληρωθώ υπόμνησιν λαμβάνων της εν σοι ανυποκρίτου πίστεως ήτις ενώκησε πρώτον εν τη μάμμη σου Λωϊδι και τη μητρί σου Ευνίκη πέπεισμαι δε ότι και εν σοι

Rekindle the Favor of God

δι΄ ην αιτίαν αναμιμνήσκω σε αναζωπυρείν το χάρισμα του θεού ο εστιν εν σοι διά της επιθέσεως των χειρών μου ου γαρ έδωκεν ημίν ο θεός πνεύμα δειλίας αλλά δυνάμεως και αγάπης και σωφρονισμόυ μη ουν επαισχυνθής το μαρτύριον του κυρίου ημών μηδέ εμέ τον δέσμιον αυτού αλλά συγκακοπάθησον τω ευαγγελίω κατά δύναμιν θεού του σώσαντος ημάς και καλέσαντος κλήσει αγία ου κατά τα έργα ημών αλλά κατ΄ ιδίαν πρόθεσιν και χάριν την δοθείσαν ημίν εν χριστώ Ιησού προ χρόνων αιωνίων 10 φανερωθείσαν δε νυν διά της επιφανείας του σωτήρος ημών Ιησού χριστού καταργήσαντος μεν τον θάνατον φωτίσαντος δε ζωήν και αφθαρσίαν διά του ευαγγελίου 11 εις ο ετέθην εγώ κήρυξ και απόστολος και διδάσκαλος εθνών 12 δι΄ ην αιτίαν και ταύτα πάσχω αλλ΄ ουκ επαισχύνομαι οίδα γαρ ω πεπίστευκα και πέπεισμαι ότι δυνατός εστι την παρακαταθήκην μου φυλάξαι εις εκείνην την ημέραν

Speak Healthy Words

13 υποτύπωσιν έχε υγιαινόντων λόγων ων παρ΄ εμού ήκουσας εν πίστει και αγάπη τη εν χριστώ Ιησού 14 την καλήν παραθήκην φύλαξον διά πνεύματος αγίου του ενοικούντος εν ημίν 15 οίδας τούτο ότι απεστράφησάν με πάντες οι εν τη Ασία ων εστί Φύγελλος και Ερμογένης 16 δώη έλεος ο κύριος τω Ονησιφόρου οίκω ότι πολλάκις με ανέψυξε και την άλυσίν μου ουκ επαισχύνθη 17 αλλά γενόμενος εν Ρώμη σπουδαιότερον εζήτησέ με και εύρε 18 δώη αυτώ ο κύριος ευρείν έλεος παρά κυρίου εν εκείνη τη ημέρα και όσα εν Εφέσω διηκόνησε βέλτιον συ γινώσκεις
Copyright information for ABPGRK