2 Timothy 2

CHAPTER 2

Endure Hardship

συ ούν τέκνον μου ενδυναμού εν τη χάριτι τη εν χριστώ Ιησού και α ήκουσας παρ΄ εμού διά πολλών μαρτύρων ταύτα παράθου πιστοίς ανθρώποις οίτινες ικανοί έσονται και ετέρους διδάξαι συ ούν κακοπάθησον ως καλός στρατιώτης Ιησού χριστού ουδείς στρατευόμενος εμπλέκεται ταις του βίου πραγματείαις ίνα τω στρατολογήσαντι αρέση εάν δε και αθλή τις ου στεφανούται εάν μη νομίμως αθλήση τον κοπιώντα γεωργόν δει πρώτον των καρπών μεταλαμβάνειν νόει α λέγω δώη γαρ σοι ο κύριος σύνεσιν εν πάσι μνημόνευε Ιησούν χριστόν εγηγερμένον εκ νεκρών εκ σπέρματος Δαβίδ κατά το ευαγγέλιόν μου εν ω κακοπαθώ μέχρι δεσμών ως κακούργος αλλ΄ ο λόγος του θεού ου δέδεται 10 διά τούτο πάντα υπομένω διά τους εκλεκτούς ίνα και αυτοί σωτηρίας τύχωσι της εν χριστώ Ιησού μετά δόξης αιωνίου 11 πιστός ο λόγος ει γαρ συναπεθάνομεν και συζήσομεν 12 ει υπομένομεν και συμβασιλεύσομεν ει αρνούμεθα κακείνος αρνήσεται ημάς 13 ει απιστούμεν εκείνος πιστός μένει αρνήσασθαι εαυτόν ου δύναται 14 ταύτα υπομίμνησκε διαμαρτυρόμενος ενώπιον του κυρίου μη λογομαχείν εις ουδέν χρήσιμον επί καταστροφή των ακουόντων 15 σπούδασον σεαυτόν δόκιμον παραστήσαι τω θεώ εργάτην ανεπαίσχυντον ορθοτομούντα τον λόγον της αληθείας 16 τας δε βεβήλους κενοφωνίας περιϊστασο επί πλείον γαρ προκόψουσιν ασεβείας 17 και ο λόγος αυτών ως γάγγραινα νομήν έξει ων εστίν Υμέναιος και Φιλητός 18 οίτινες περί την αλήθειαν ηστόχησαν λέγοντες την ανάστασιν ήδη γεγονέναι και ανατρέπουσι την τινων πίστιν 19 ο μέντοι στερεός θεμέλιος του θεού έστηκεν έχων την σφραγίδα ταύτην έγνω κύριος τους όντας αυτού και αποστήτω από αδικίας πας ο ονομάζων το όνομα χριστού 20 εν μεγάλη δε οικία ουκ έστι μόνον σκεύη χρυσά και αργυρά αλλά και ξύλινα και οστράκινα και α μεν εις τιμήν α δε εις ατιμίαν 21 εάν ούν τις εκκαθάρη εαυτόν από τούτων έσται σκεύος εις τιμήν ηγιασμένον και εύχρηστον τω δεσπότη εις παν έργον αγαθόν ητοιμασμένον 22 τας δε νεωτερικάς επιθυμίας φεύγε δίωκε δε δικαιοσύνην πίστιν αγάπην ειρήνην μετά των επικαλουμένων τον κύριον εκ καθαράς καρδίας 23 τας δε μωράς και απαιδεύτους ζητήσεις παραιτού ειδώς ότι γεννώσι μάχας 24 δούλον δε κυρίου ου δει μάχεσθαι αλλ΄ ήτιον είναι προς πάντας διδακτικόν ανεξίκακον 25 εν πραότητι παιδεύοντα τους αντιδιατιθεμένους μηποτέ δω αυτοίς ο θεός μετάνοιαν εις επίγνωσιν αληθείας 26 και ανανήψωσιν εκ της του διαβόλου παγίδος εζωγρημένοι υπ΄ αυτού εις το εκείνου θέλημα
Copyright information for ABPGRK