2 Timothy 4

CHAPTER 4

Preach the Word

διαμαρτύρομαι ούν εγώ ενώπιον του θεού και του κυρίου Ιησού χριστού του μέλλοντος κρίνειν ζώντας και νεκρούς κατά την επιφάνειαν αυτού και την βασιλείαν αυτού κήρυξον τον λόγον επίστηθι ευκαίρως ακαίρως έλεγξον επιτίμησον παρακάλεσον εν πάση μακροθυμία και διδαχή έσται γαρ καιρός ότε της υγιαινούσης διδασκαλίας ουκ ανέξονται αλλά κατά τας επιθυμίας τας ιδίας εαυτοίς επισωρεύσουσι διδασκάλους κνηθόμενοι την ακοήν και από μεν της αληθείας την ακοήν αποστρέψουσιν επί δε τους μύθους εκτραπήσονται συ δε νήφε εν πάσι κακοπάθησον έργον ποίησον ευαγγελιστού την διακονίαν σου πληροφόρησον

Paul's Struggle

εγώ γαρ ήδη σπένδομαι και ο καιρός της εμής αναλύσεως εφέστηκε τον αγώνα τον καλόν ηγώνισμαι τον δρόμον τετέλεκα την πίστιν τετήρηκα λοιπόν απόκειταί μοι ο της δικαιοσύνης στέφανος ον αποδώσει μοι ο κύριος εν εκείνη τη ημέρα ο δίκαιος κριτής ου μόνον δε εμοί αλλά και πάσι τοις ηγαπηκόσι την επιφάνειαν αυτού σπούδασον ελθείν προς με ταχέως 10 Δημάς γαρ με εγκατέλιπεν αγαπήσας τον νυν αιώνα και επορεύθη εις Θεσσαλονίκην Κρήσκης εις Γαλατίαν Τίτος εις Δαλματίαν 11 Λουκάς εστί μόνος μετ΄ εμού Μάρκον αναλαβών άγε μετά σεαυτού έστι γαρ μοι εύχρηστος εις διακονίαν 12 Τυχικόν δε απέστειλα εις Εφεσον 13 τον φελόνην ον απέλιπον εν Τρωάδι παρά Κάρπω ερχόμενος φέρε και τα βιβλία μάλιστα τας μεμβράνας 14 Αλέξανδρος ο χαλκεύς πολλά μοι κακά ενεδείξατο αποδώη αυτώ ο κύριος κατά τα έργα αυτού 15 ον και συ φυλάσσου λίαν γαρ ανθέστηκε τοις ημετέροις λόγοις 16 εν τη πρώτη μου απολογία ουδείς μοι συμπαρεγένετο αλλά πάντες με εγκατέλιπον μη αυτοίς λογισθείη 17 ο δε κύριός μοι παρέστη και ενεδυνάμωσέ με ίνα δι΄ εμού το κήρυγμα πληροφορηθή και ακούση πάντα τα έθνη και ερρύσθην εκ στόματος λέοντος 18 και ρύσεταί με ο κύριος από παντός έργου πονηρού και σώσει εις την βασιλείαν αυτού την επουρανίον ω η δόξα εις τους αιώνας των αιώνων αμήν 19 ασπάσαι Πρίσκαν και Ακύλαν και τον Ονησιφόρου οίκον 20 Εραστος έμεινεν εν Κορίνθω Τρόφιμον δε απέλιπον εν Μιλήτω ασθενούντα 21 σπούδασον προ χειμώνος ελθείν ασπάζεταί σε Εύβουλος και Πούδης και Λίνος και Κλαυδία και οι αδελφοί πάντες 22 ο κύριος Ιησούς χριστός μετά του πνεύματός σου η χάρις μεθ΄ υμών αμήν
Copyright information for ABPGRK