Acts 11

CHAPTER 11

Peter Reports to the Jerusalem Assembly

ήκουσαν δε οι απόστολοι και οι αδελφοί οι όντες κατά την Ιουδαίαν ότι και τα έθνη εδέξαντο τον λόγον του θεού και ότε ανέβη Πέτρος εις Ιεροσόλυμα διεκρίνοντο προς αυτόν οι εκ περιτομής λέγοντες ότι προς άνδρας ακροβυστίαν έχοντας εισήλθες και συνέφαγες αυτοίς αρξάμενος δε ο Πέτρος εξετίθετο αυτοίς καθεξής λέγων εγώ ήμην εν πόλει Ιόππη προσευχόμενος και είδον εν εκστάσει όραμα καταβαίνον σκεύός τι ως οθόνην μεγάλην τέσσαρσιν αρχαίς καθιεμένην εκ του ουρανού και ήλθεν άχρις εμού εις ην ατενίσας κατενόουν και είδον τα τετράποδα της γης και τα θηρία και τα ερπετά και τα πετεινά του ουρανού ήκουσα δε φωνής λεγούσης μοι αναστάς Πέτρε θύσον και φάγε είπον δε μηδαμώς κύριε ότι παν κοινόν η ακάθαρτον ουδέποτε εισήλθεν εις το στόμα μου απεκρίθη δε μοι φωνή εκ δευτέρου εκ του ουρανού α ο θεός εκαθάρισε συ μη κοίνου 10 τούτο δε εγένετο επί τρις και πάλιν ανεσπάσθη άπαντα εις τον ουρανόν 11 και ιδού εξαυτής τρεις άνδρες επέστησαν επί την οικίαν εν η ήμην απεσταλμένοι από Καισαρείας προς με 12 είπε δε μοι το πνεύμα συνελθείν αυτοίς μηδέν διακρινόμενον ήλθον δε συν εμοί και οι εξ αδελφοί ούτοι και εισήλθομεν εις την οίκον του ανδρός 13 απήγγειλέ τε ημίν πως είδε τον άγγελον εν τω οίκω αυτού σταθέντα και ειπόντα αυτώ απόστειλον εις Ιόππην άνδρας και μετάπεμψαι Σίμωνα τον επικαλούμενον Πέτρον 14 ος λαλήσει ρήματα προς σε εν οις σωθήση συ και πας ο οίκός σου 15 εν δε τω άρξασθαί με λαλείν επέπεσε το πνεύμα το άγιον επ΄ αυτούς ώσπερ και εφ΄ ημάς εν αρχή 16 εμνήσθην δε του ρήματος κυρίου ως έλεγεν Ιωάννης μεν εβάπτισεν ύδατι υμείς δε βαπτισθήσεσθε εν πνεύματι αγίω 17 ει ούν την ίσην δωρεάν έδωκεν αυτοίς ο θεός ως και ημίν πιστεύσασιν επί τον κύριον Ιησούν χριστόν εγώ δε τις ήμην δυνατός κωλύσαι τον θεόν

Conversion of the Nations

18 ακούσαντες δε ταύτα ησύχασαν και εδόξαζον τον θεόν λέγοντες άρα γε και τοις έθνεσιν ο θεός την μετάνοιαν έδωκεν εις ζωήν 19 οι μεν ούν διασπαρέντες από της θλίψεως της γενομένης επί Στεφάνω διήλθον έως Φοινίκης και Κύπρου και Αντιοχείας μηδενί λαλούντες τον λόγον ει μη μόνον Ιουδαίοις 20 ήσαν δε τινες εξ αυτών άνδρες Κύπριοι και Κυρηναίοι οίτινες εισελθόντες εις Αντιόχειαν ελάλουν προς τους Ελληνιστάς ευαγγελιζόμενοι τον κύριον Ιησούν 21 και ην χειρ κυρίου μετ΄ αυτων πολύς τε αριθμός πιστεύσας επέστρεψεν επί τον κύριον 22 ηκούσθη δε ο λόγος εις τα ώτα της εκκλησίας της εν Ιεροσολύμοις περί αυτών και εξαπέστειλαν Βαρνάβαν διελθείν έως Αντιόχειας 23 ος παραγενόμενος και ιδών την χάριν του θεού εχάρη και παρεκάλει πάντας τη προθέσει της καρδίας προσμένειν τω κυρίω 24 ότι ην ανήρ αγαθός και πλήρης πνεύματος αγίου και πίστεως και προσετέθη όχλος ικανός τω κυρίω 25 εξήλθε δε εις Ταρσόν ο Βαρνάβας αναζητήσαι Σαύλον 26 και ευρών αυτόν ήγαγεν αυτόν εις Αντιόχειαν εγένετο δε αυτούς ενιαυτόν όλον συναχθήναι εν τη εκκλησία και διδάξαι όχλον ικανόν χρηματίσαι τε πρώτον εν Αντιοχεία τους μαθητάς χριστιανούς

Agabus Signifies a Great Famine

27 εν ταύταις δε ταις ημέραις κατήλθον από Ιεροσολύμων προφήται εις Αντιόχειαν 28 αναστάς δε εις εξ αυτών ονόματι Άγαβος εσήμανε διά του πνεύματος λιμόν μέγαν μέλλειν έσεσθαι εφ΄ όλην την οικουμένην όστις και εγένετο επί Κλαυδίου Καίσαρος 29 των δε μαθητών καθώς ηυπορείτό τις ώρισαν έκαστος αυτών εις διακονίαν πέμψαι τοις κατοικούσιν εν τη Ιουδαία αδελφοίς 30 ο και εποίησαν αποστείλαντες προς τους πρεσβυτέρους διά χειρός Βαρνάβα και Σαύλου
Copyright information for ABPGRK