Acts 13

CHAPTER 13

Paul and Barnabas

ήσαν δε τινες εν Αντιοχεία κατά την ούσαν εκκλησίαν προφήται και διδάσκαλοι ο τε Βαρνάβας και Συμεών ο καλούμενος Νίγερ και Λούκιος ο Κυρηναίος Μαναήν τε Ηρώδου του τετράρχου σύντροφος και Σαύλος λειτουργούντων δε αυτών τω κυρίω και νηστευόντων είπε το πνεύμα το άγιον αφορίσατε δη μοι τον Βαρνάβαν και τον Σαύλον εις το έργον ο προσκέκλημαι αυτούς τότε νηστεύσαντες και προσευξάμενοι και επιθέντες τας χείρας αυτοίς απέλυσαν ούτοι μεν ούν εκπεμφθέντες υπό του πνεύματος του αγίου κατήλθον εις την Σελεύκειαν εκείθέν τε απέπλευσαν εις την Κύπρον και γενόμενοι εν Σαλαμίνι κατήγγελλον τον λόγον του θεού εν ταις συναγωγαίς των Ιουδαίων είχον δε και Ιωάννην υπηρέτην διελθόντες δε την νήσον άχρι Πάφου εύρόν τινα μάγον ψευδοπροφήτην Ιουδαίον ω όνομα Βαρϊησούς ος ην συν τω ανθυπάτω Σεργίω Παύλω ανδρί συνετώ ούτος προσκαλεσάμενος Βαρνάβαν και Σαύλον επεζήτησεν ακούσαι τον λόγον του θεού

Elymas the Magus

ανθίστατο δε αυτοίς Ελύμας ο μάγος ούτω γαρ μεθερμηνεύεται το όνομα αυτού ζητών διαστρέψαι τον ανθύπατον από της πίστεως Σαύλος δε ο και Παύλος πλησθείς πνεύματος αγίου και ατενίσας εις αυτόν 10 είπεν ω πλήρης παντός δόλου και πάσης ραδιουργίας υιέ διαβόλου εχθρέ πάσης δικαιοσύνης ου παύση διαστρέφων τας οδούς κυρίου τας ευθείας 11 και νυν ιδού χειρ κυρίου επί σε και έση τυφλός μη βλέπων τον ήλιον άχρι καιρού παραχρήμα δε επέπεσεν επ΄ αυτόν αχλύς και σκότος και περιάγων εζήτει χειραγωγούς 12 τότε ιδών ο ανθύπατος το γεγονός επίστευσεν εκπλησσόμενος επί τη διδαχή του κυρίου 13 αναχθέντες δε από της Πάφου οι περί τον Παύλον ήλθον εις Πέργην της Παμφυλίας Ιωάννης δε αποχωρήσας απ΄ αυτών υπέστρεψεν εις Ιεροσόλυμα 14 αυτοί δε διελθόντες από της Πέργης παρεγένοντο εις Αντιόχειαν της Πισιδίας και εισελθόντες εις την συναγωγήν τη ημέρα των σαββάτων εκάθισαν 15 μετά δε την ανάγνωσιν του νόμου και των προφητών απέστειλαν οι αρχισυνάγωγοι προς αυτούς λέγοντες άνδρες αδελφοί ει έστι λόγος εν υμίν παρακλήσεως προς τον λαόν λέγετε 16 αναστάς δε Παύλος και κατασείσας τη χειρί είπεν άνδρες Ισραηλίται και οι φοβούμενοι τον θεόν ακούσατε 17 ο θεός του λαού τούτου Ισραήλ εξελέξατο τους πατέρας ημών και τον λαόν ύψωσεν εν τη παροικία εν γη Αιγύπτω και μετά βραχίονος υψηλού εξήγαγεν αυτούς εξ αυτής 18 και ως τεσσαρακονταετή χρόνον ετροποφόρησεν αυτούς εν τη ερήμω 19 και καθελών έθνη επτά εν γη Χαναάν κατεκληροδότησεν αυτοίς την γην αυτών 20 και μετά ταύτα ως έτεσι τετρακοσίοις και πεντήκοντα έδωκε κριτάς έως Σαμουήλ του προφήτου 21 κακείθεν ητήσαντο βασιλέα και έδωκεν αυτοίς ο θεός τον Σαούλ υιόν Κις άνδρα εκ φυλής Βενιαμίν έτη τεσσαράκοντα 22 και μεταστήσας αυτόν ήγειρεν αυτοίς τον Δαβίδ εις βασιλέα ω και είπε μαρτυρήσας εύρον Δαβίδ τον του Ιεσσαί άνδρα κατά την καρδίαν μου ος ποιήσει πάντα τα θελήματά μου 23 τούτου ο θεός από του σπέρματος κατ΄ επαγγελίαν ήγειρε τω Ισραήλ σωτήριαν σωτήρα Ιησούν 24 προκηρύξαντος Ιωάννου προ προσώπου της εισόδου αυτού βάπτισμα μετανοίας παντί τω λαώ του Ισραήλ 25 ως δε επλήρου ο Ιωάννης τον δρόμον έλεγε τίνα με υπονοείτε είναι ουκ ειμί εγώ αλλ΄ ιδού έρχεται μετ΄ εμέ ου ουκ ειμί άξιος το υπόδημα των ποδών λύσαι 26 άνδρες αδελφοί υιοί γένους Αβραάμ και οι εν υμίν φοβούμενοι τον θεόν υμίν ο λόγος της σωτηρίας ταύτης απεστάλη 27 οι γαρ κατοικούντες εν Ιερουσαλήμ και οι άρχοντες αυτών τούτον αγνοήσαντες και τας φωνάς των προφητών τας κατά παν σάββατον αναγινωσκομένας κρίναντες επλήρωσαν 28 και μηδεμίαν αιτίαν θανάτου ευρόντες ητήσαντο Πιλάτον αναιρεθήναι αυτόν 29 ως δε ετέλεσαν παντα τα περί αυτού γεγραμμένα καθελόντες από του ξύλου έθηκαν εις μνημείον 30 ο δε θεός ήγειρεν αυτόν εκ νεκρών 31 ος ώφθη επί ημέρας πλείους τοις συναναβάσιν αυτώ από της Γαλιλαίας εις Ιερουσαλήμ οίτινές εισι μάρτυρες αυτού προς τον λαόν 32 και ημείς υμάς ευαγγελιζόμεθα την προς τους πατέρας επαγγελίαν γενομένην 33 ότι ταύτην ο θεός εκπεπλήρωκε τοις τέκνοις αυτών ημίν αναστήσας Ιησούν ως και εν τω ψαλμώ τω δευτέρω γέγραπται υιός μου ει συ εγώ σήμερον γεγέννηκά σε 34 ότι δε ανέστησεν αυτόν εκ νεκρών μηκέτι μέλλοντα υποστρέφειν εις διαφθοράν ούτως είρηκεν ότι δώσω υμίν τα όσια Δαβίδ τα πιστά 35 διό και εν ετέρω λέγει ου δώσεις τον όσιόν σου ιδείν διαφθοράν 36 Δαβίδ μεν γαρ ιδία γενεά υπηρετήσας τη του θεού βουλή εκοιμήθη και προσετέθη προς τους πατέρας αυτού και είδε διαφθοράν 37 ον δε ο θεός ήγειρεν ουκ είδε διαφθοράν 38 γνωστόν ούν έστω υμίν άνδρες αδελφοί ότι διά τούτου υμίν άφεσις αμαρτιών καταγγέλλεται 39 και από πάντων ων ουκ ηδυνήθητε εν τω νόμω Μωσέως δικαιωθήναι εν τούτω πας ο πιστεύων δικαιούται 40 βλέπετε ούν μη επέλθη εφ΄ υμάς το ειρημένον εν τοις προφήταις 41 ίδετε οι καταφρονηταί και θαυμάσατε και αφανίσθητε ότι έργον εγώ εργάζομαι εν ταις ημέραις υμών ο ου μη πιστεύσητε εάν τις εκδιηγήται υμίν 42 εξιόντων δε εκ της συναγωγής των Ιουδαίων παρεκάλουν τα έθνη εις το μεταξύ σάββατον λαληθήναι αυτοίς ταύτα ρήματα 43 λυθείσης δε της συναγωγής ηκολούθησαν πολλοί των Ιουδαίων και των σεβομένων προσηλύτων τω Παύλω και τω Βαρνάβα οίτινες προσλαλούντες έπειθον αυτούς επιμένειν τη χάριτι του θεού 44 τω τε ερχομένω σαββάτω σχεδόν πάσα η πόλις συνήχθη ακούσαι τον λόγον του θεού 45 ιδόντες δε οι Ιουδαίοι τους όχλους επλήσθησαν ζήλου και αντέλεγον τοις υπό του Παύλου λεγομένοις αντιλέγοντες και βλασφημούντες 46 παρρησιασάμενοι δε ο Παύλος και ο Βαρνάβας είπον υμίν ην αναγκαίον πρώτον λαληθήναι τον λόγον του θεού επειδή απωθείσθε αυτόν και ουκ αξίους κρίνετε εαυτούς της αιωνίου ζωής ιδού στρεφόμεθα εις τα έθνη 47 ούτω γαρ εντέταλται ημίν ο κύριος τέθεικά σε εις φως εθνών του είναί σε εις σωτηρίαν έως εσχάτου της γης 48 ακούοντα δε τα έθνη έχαιρε και εδόξαζον τον λόγον του κυρίου και επίστευσαν όσοι ήσαν τεταγμένοι εις ζωήν αιώνιον 49 διεφέρετο δε ο λόγος του κυρίου δι΄ όλης της χώρας 50 οι δε Ιουδαίοι παρώτρυναν τας σεβομένας γυναίκας και τας ευσχήμονας και τους πρώτους της πόλεως και επήγειραν διωγμόν επί τον Παύλον και τον Βαρνάβαν και εξέβαλον αυτούς από των ορίων αυτών 51 οι δε εκτιναξάμενοι τον κονιορτόν των ποδών αυτών επ΄ αυτούς ήλθον εις Ικόνιον 52 οι δε μαθηταί επληρούντο χαράς και πνεύματος αγίου
Copyright information for ABPGRK