Acts 14

CHAPTER 14

Paul and Barnabas at Iconium

εγένετο δε εν Ικονίω κατά το αυτό εισελθείν αυτούς εις την συναγωγήν των Ιουδαίων και λαλήσαι ούτως ώστε πιστεύσαι Ιουδαίων τε και Ελλήνων πολύ πλήθος οι δε απειθούντες Ιουδαίοι επήγειραν και εκάκωσαν τας ψυχάς των εθνών κατά των αδελφών ικανόν μεν ουν χρόνον διέτριψαν παρρησιαζόμενοι επί τω κυρίω τω μαρτυρούντι τω λόγω της χάριτος αυτού διδόντι σημεία και τέρατα γίνεσθαι διά των χειρών αυτών εσχίσθη δε το πλήθος της πόλεως και οι μεν ήσαν συν τοις Ιουδαίοις οι δε συν τοις αποστόλοις ως δε εγένετο ορμή των εθνών τε και Ιουδαίων συν τοις άρχουσιν αυτών υβρίσαι και λιθοβολήσαι αυτούς συνιδόντες κατέφυγον εις τας πόλεις της Λυκαονίας Λύστραν και Δέρβην και την περίχωρον κακεί ήσαν ευαγγελιζόμενοι

A Lame Man of Lystra Healed

και τις ανήρ εν Λύστροις αδύνατος τοις ποσίν εκάθητο χωλός εκ κοιλίας μητρός αυτού υπάρχων ος ουδέποτε περιπεπατήκει ούτος ήκουσε του Παύλου λαλούντος ος ατενίσας αυτώ και ιδών ότι πίστιν έχει του σωθήναι 10 είπε μεγάλη τη φωνή ανάστηθι επί τους πόδας σου ορθός και ήλλετο και περιεπάτει

The Lycaonians Deify Paul and Barnabas

11 οι δε όχλοι ιδόντες ο εποίησεν ο Παύλος επήραν την φωνήν αυτών Λυκαονιστί λέγοντες οι θεοί ομοιωθέντες ανθρώποις κατέβησαν προς ημάς 12 εκάλουν τε τον μεν Βαρνάβαν Δία τον δε Παύλον Ερμήν επειδή αυτός ην ο ηγούμενος του λόγου 13 ο δε ιερεύς του Διός του όντος προ της πόλεως αυτών ταύρους και στέμματα επί τους πυλώνας ενέγκας συν τοις όχλοις ήθελε θύειν 14 ακούσαντες δε οι απόστολοι Βαρνάβας και Παύλος διαρρήξαντες τα ιμάτια αυτών εισεπήδησαν εις τον όχλον κράζοντες 15 και λέγοντες άνδρες τι ταύτα ποιείτε και ημείς ομοιοπαθείς εσμεν υμίν άνθρωποι ευαγγελιζόμενοι υμάς από τούτων των ματαίων επιστρέφειν επί τον θεόν τον ζώντα ος εποίησε τον ουρανόν και την γην και την θάλασσαν και πάντα τα εν αυτοίς 16 ος εν ταις παρωχημέναις γενεαίς είασε πάντα τα έθνη πορεύεσθαι ταις οδοίς αυτών 17 καίτοιγε ουκ αμάρτυρον εαυτόν αφήκεν αγαθοποιών ουρανόθεν υμίν υετούς δίδους και καιρούς καρποφόρους εμπιπλών τροφής και ευφροσύνης τας καρδίας ημών 18 και ταύτα λέγοντες μόλις κατέπαυσαν τους όχλους του μη θύειν αυτοίς

Paul Stoned

19 επήλθον δε από Αντιοχείας και Ικονίου Ιουδαίοι και πείσαντες τους όχλους και λιθάσαντες τον Παύλον έσυραν έξω της πόλεως νομίσαντες αυτόν τεθνάναι 20 κυκλωσάντων δε αυτόν των μαθητών αναστάς εισήλθεν εις την πόλιν και τη επαύριον εξήλθε συν τω Βαρνάβα εις Δέρβην 21 ευαγγελισάμενοί τε την πόλιν εκείνην και μαθητεύσαντες ικανούς υπέστρεψαν εις την Λύστραν και Ικόνιον και Αντιόχειαν 22 επιστηρίζοντες τας ψυχάς των μαθητών παρακαλούντες εμμένειν τη πίστει και ότι διά πολλών θλίψεων δει ημάς εισελθείν εις την βασιλείαν του θεού

Elders Appointed in Every Assembly

23 χειροτονήσαντες δε αυτοίς πρεσβυτέρους κατ΄ εκκλησίαν προσευξάμενοι μετά νηστειών παρέθεντο αυτούς τω κυρίω εις ον πεπιστεύκεισαν 24 και διελθόντες την Πισιδίαν ήλθον εις Παμφυλίαν 25 και λαλήσαντες εν Πέργη τον λόγον κατέβησαν εις Αττάλειαν 26 κακείθεν απέπλευσαν εις Αντιόχειαν όθεν ήσαν παραδεδομένοι τη χάριτι του θεού εις το έργον ο επλήρωσαν 27 παραγενόμενοι δε και συναγαγόντες την εκκλησίαν ανήγγειλαν όσα εποίησεν ο θεός μετ΄ αυτών και ότι ήνοιξε τοις έθνεσι θύραν πίστεως 28 διέτριβον δε εκεί χρόνον ουκ ολίγον συν τοις μαθηταίς
Copyright information for ABPGRK