Acts 18

CHAPTER 18

Paul in Corinth

μετά δε ταύτα χωρισθείς ο Παύλος εκ των Αθηνών ήλθεν εις Κόρινθον και ευρών τινα Ιουδαίον ονόματι Ακύλαν Ποντικόν τω γένει προσφάτως εληλυθότα από της Ιταλίας και Πρίσκιλλαν γυναίκα αυτού διά το διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τους Ιουδαίους εκ της Ρώμης προσήλθεν αυτοίς και διά το ομότεχνον είναι έμενε παρ΄ αυτοίς και ειργάζετο ήσαν γαρ σκηνοποιοί τη τέχνη διελέγετο δε εν τη συναγωγή κατά παν σάββατον έπειθέ τε Ιουδαίους και Έλληνας ως δε κατήλθον από της Μακεδονίας ο τε Σίλας και οι Τιμόθεος συνείχετο τω πνεύματι ο Παύλος διαμαρτυρόμενος τοις Ιουδαίοις τον χριστόν Ιησούν αντιτασσομένων δε αυτών και βλασφημούντων εκτιναξάμενος τα ιμάτια είπε προς αυτούς το αίμα υμών επί την κεφαλήν υμών καθαρός εγώ από του νυν εις τα έθνη πορεύσομαι και μεταβάς εκείθεν ήλθεν εις οικίαν τινός ονόματι Ιούστου σεβομένου τον θεόν ου η οικία ην συνομορούσα τη συναγωγή Κρίσπος δε ο αρχισυνάγωγος επίστευσε τω κυρίω συν όλω τω οίκω αυτού και πολλοί των Κορινθίων ακούοντες επίστευον και εβαπτίζοντο είπε δε ο κύριος δι΄ οράματος εν νυκτί τω Παύλω μη φοβού αλλά λάλει και μη σιωπήσης 10 διότι εγώ ειμι μετά σου και ουδείς επιθήσεταί σοι του κακώσαί σε διότι λαός εστί μοι πολύς εν τη πόλει ταύτη 11 εκάθισέ τε ενιαυτόν και μήνας εξ διδάσκων εν αυτοίς τον λόγον του θεού 12 Γαλλίωνος δε ανθυπατεύοντος της Αχαϊας κατεπέστησαν ομοθυμαδόν οι Ιουδαίοι τω Παύλω και ήγαγον αυτόν επί το βήμα 13 λέγοντες ότι παρά τον νόμον ούτος αναπείθει τους ανθρώπους σέβεσθαι τον θεόν 14 μέλλοντος δε του Παύλου ανοίγειν το στόμα είπεν ο Γαλλίων προς τους Ιουδαίους ει μεν ούν ην αδίκημά τι η ραδιούργημα πονηρόν ω Ιουδαίοι κατά λόγον αν ηνεσχόμην υμών 15 ει δε ζήτημά εστι περί λόγου και ονομάτων και νόμου του καθ΄ υμάς όψεσθε αυτοί κριτής γαρ εγώ τούτων ου βούλομαι είναι 16 και απήλασεν αυτούς από του βήματος 17 επιλαβόμενοι δε πάντες οι Έλληνες Σωσθένην τον αρχισυνάγωγον έτυπτον έμπροσθεν του βήματος και ουδέν τούτων τω Γαλλίωνι έμελλεν 18 ο δε Παύλος έτι προσμείνας ημέρας ικανάς τοις αδελφοίς αποταξάμενος εξέπλει εις την Συρίαν και συν αυτώ Πρίσκιλλα και Ακύλας κειράμενος την κεφαλήν εν Κεγχρεαίς είχε γαρ ευχήν 19 κατήντησε δε εις Έφεσον κακείνους κατέλιπεν αυτού αυτός δε εισελθών εις την συναγωγήν διελέχθη τοις Ιουδαίοις 20 ερωτώντων δε αυτών επί πλείονα χρόνον μείναι παρ΄ αυτοίς ουκ επένευσεν 21 αλλά απετάξατο αυτοίς ειπών δει με πάντως την εορτήν την ερχομένην ποιήσαι εις Ιεροσόλυμα πάλιν δε ανακάμψω προς υμάς του θεού θέλοντος και ανήχθη από της Εφέσου 22 και κατελθών εις Καισάρειαν αναβάς και ασπασάμενος την εκκλησίαν κατέβη εις Αντιόχειαν 23 και ποιήσας χρόνον τινά εξήλθε διερχόμενος καθεξής την Γαλατικήν χώραν και Φρυγίαν επιστηρίζων πάντας τους μαθητάς

Aquila and Priscilla

24 Ιουδαίος δε τις Απολλώς ονόματι Αλεξανδρεύς τω γένει ανήρ λόγοις κατήντησεν εις Έφεσον δυνατός ων εν ταις γραφαίς 25 ούτος ην κατηχημένος την οδόν του κυρίου και ζέων τω πνεύματι ελάλει και εδίδασκεν ακριβώς τα περί του κυρίου επιστάμενος μόνον το βάπτισμα Ιωάννου 26 ούτός τε ήρξατο παρρησιάζεσθαι εν τη συναγωγή ακούσαντες δε αυτού Ακύλας και Πρίσκιλλα προσελάβοντο αυτόν και ακριβέστερον αυτώ εξέθεντο την του θεού οδόν 27 βουλομένου δε αυτού διελθείν εις την Αχαϊαν προτρεψάμενοι οι αδελφοί έγραψαν τοις μαθηταίς αποδέξασθαι αυτόν ος παραγενόμενος συνεβάλετο πολύ τοις πεπιστευκόσι διά της χάριτος 28 ευτόνως γαρ τοις Ιουδαίοις διακατηλέγχετο δημοσία επιδεικνύς διά των γραφών είναι τον χριστόν Ιησούν
Copyright information for ABPGRK