Acts 21

CHAPTER 21

Paul Embarks for Jerusalem

ως δε εγένετο αναχθήναι ημάς αποσπασθέντας απ΄ αυτών ευθυδρομήσαντες ήλθομεν εις την Κων τη δε εξής εις την Ρόδον κακείθεν εις Πάταρα και ευρόντες πλοίον διαπερών εις Φοινίκην επιβάντες ανήχθημεν αναφανέντες δε την Κύπρον και καταλιπόντες αυτήν ευώνυμον επλέομεν εις Συρίαν και κατήχθημεν εις Τύρον εκείσε γαρ ην το πλοίον αποφορτιζόμενον τον γόμον και ανευρόντες τους μαθητάς επεμείναμεν αυτού ημέρας επτά οίτινες τω Παύλω έλεγον διά του πνεύματος μη αναβαίνειν εις Ιεροσολήν ότε δε εγένετο ημάς εξαρτίσαι τας ημέρας εξελθόντες επορευόμεθα προπεμπόντων ημάς πάντων συν γυναιξί και τέκνοις έως έξω της πόλεως και θέντες τα γόνατα επί τον αιγιαλόν προσηυξάμεθα και ασπασάμενοι αλλήλους επέβημεν εις το πλοίον εκείνοι δε υπέστρεψαν εις τα ίδια ημείς δε τον πλουν διανύσαντες από Τύρον κατηντήσαμεν εις Πτολεμαϊδα και ασπασάμενοι τους αδελφούς εμείναμεν ημέραν μίαν παρ΄ αυτοίς τη δε επαύριον εξελθόντες οι περί τον Παύλον ήλθον εις Καισάρειαν και εισελθόντες εις τον οίκον Φιλίππου του ευαγγελιστού όντος εκ των επτά εμείναμεν παρ΄ αυτώ τούτω δε ήσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι 10 επιμενόντων δε ημών ημέρας πλείους κατήλθέ τις από της Ιουδαίας προφήτης ονόματι Άγαβος 11 και ελθών προς ημάς και άρας την ζώνην του Παύλου δήσας τε αυτού τας χείρας και τους πόδας είπε τάδε λέγει το πνεύμα το άγιον τον άνδρα ου εστιν η ζώνη αύτη ούτω δήσουσιν εις Ιερουσαλήμ οι Ιουδαίοι και παραδώσουσιν εις χείρας εθνών 12 ως δε ηκούσαμεν ταύτα παρεκαλούμεν ημείς τε και οι εντόπιοι του μη αναβαίνειν αυτόν εις Ιερουσαλήμ 13 απεκρίθη τε ο Παύλος τι ποιείτε κλαίοντες και συνθρύπτοντές μου την καρδίαν εγώ γαρ ου μόνον δεθήναι αλλά και αποθανείν εις Ιερουσαλήμ ετοίμως έχω υπέρ του ονόματος του κυρίου Ιησού 14 μη πειθομένου δε αυτού ησυχάσαμεν ειπόντες το θέλημα του κυρίου γινέσθω 15 μετά δε τας ημέρας ταύτας επισκευασάμενοι ανεβαίνομεν εις Ιερουσαλήμ 16 συνήλθον δε και των μαθητών από Καισαρείας συν ημίν άγοντες παρ΄ ω ξενισθώμεν Μνάσωνί τινι Κυπρίω αρχαίω μαθητή

Paul's Arrival in Jerusalem

17 γενομένων δε ημών εις Ιεροσόλυμα ασμένως εδέξαντο ημάς οι αδελφοί 18 τη δε επιούση εισήει ο Παύλος συν ημίν προς Ιάκωβον πάντες τε παρέγενοντο οι πρεσβύτεροι 19 και ασπασάμενος αυτούς εξηγείτο καθ΄ εν έκαστον ων εποίησεν ο θεός εν τοις έθνεσι διά της διακονίας αυτού 20 οι δε ακούσαντες εδόξαζον τον κύριον είπόν τε αυτώ θεωρείς αδελφέ πόσαι μυριάδες εισίν Ιουδαίων των πεπιστευκότων και πάντες ζηλωταί του νόμου υπάρχουσι 21 κατηχήθησαν δε περί σου ότι αποστασίαν διδάσκεις από Μωυσέως τους κατά τα έθνη πάντας Ιουδαίους λέγων μη περιτέμνειν αυτούς τα τέκνα μηδέ τοις έθεσι περιπατείν 22 τι ούν εστι πάντως δει πλήθος συνελθείν ακούσονται γαρ ότι ελήλυθας 23 τούτο ούν ποίησον ο σοι λέγομεν εισίν ημίν άνδρες τέσσαρες ευχήν έχοντες εφ΄ εαυτών 24 τούτους παραλαβών αγνίσθητι συν αυτοίς και δαπάνησον επ΄ αυτοίς ίνα ξυρήσωνται την κεφαλήν και γνώσι πάντες ότι ων κατήχηνται περί σου ουδέν εστιν αλλά στοιχείς και αυτός τον νόμον φυλάσσων 25 περί δε των πεπιστευκότων εθνών ημείς επεστείλαμεν κρίναντες μηδέν τοιούτον τηρείν αυτούς ει μη φυλάσσεσθαι αυτούς το τε ειδωλόθυτον και το αίμα και πνικτόν και πορνείαν

A Riot in the Temple

26 τότε ο Παύλος παραλαβών τους άνδρας τη εχομένη ημέρα συν αυτοίς αγνισθείς εισήει εις το ιερόν διαγγέλλων την εκπλήρωσιν των ημερών του αγνισμού έως ου προσηνέχθη υπέρ ενός εκάστου αυτών η προσφορά 27 ως δε έμελλον αι επτά ημέραι συντελείσθαι οι από της Ασίας Ιουδαίοι θεασάμενοι αυτόν εν τω ιερώ συνέχεον πάντα τον όχλον και επέβαλον τας χείρας επ΄ αυτόν 28 κράζοντες άνδρες Ισραηλίται βοηθείτε ούτός εστιν ο άνθρωπος ο κατά του λαού και του νόμου και του τόπου τούτου πάντας πανταχού διδάσκων έτι τε και Έλληνας εισήγαγεν εις το ιερόν και κεκοίνωκε τον άγιον τόπον τούτον 29 ήσαν γαρ εωρακότες Τρόφιμον τον Εφέσιον εν τη πόλει συν αυτώ ον ενόμιζον ότι εις το ιερόν εισήγαγεν ο Παύλος 30 εκινήθη τε η πόλις όλη και εγένετο συνδρομή του λαού και επιλαβόμενοι του Παύλου είλκον αυτόν έξω του ιερού και ευθέως εκλείσθησαν αι θύραι 31 ζητούντων δε αυτόν αποκτείναι ανέβη φάσις τω χιλιάρχω της σπείρης ότι όλη συγκέχυται Ιερουσαλήμ 32 ος εξαυτής παραλαβών στρατιώτας και εκατοντάρχους κατέδραμεν επ΄ αυτούς οι δε ιδόντες τον χιλίαρχον και τους στρατιώτας επαύσαντο τύπτοντες τον Παύλον 33 εγγίσας δε ο χιλίαρχος επελάβετο αυτού και εκέλευσε δεθήναι αλύσεσι δυσί και επυνθάνετο τις αν είη και τι εστι πεποιηκώς 34 άλλοι δε άλλο τι εβόων εν τω όχλω μη δυνάμενος δε γνώναι το ασφαλές διά τον θόρυβον εκέλευσεν άγεσθαι αυτόν εις την παρεμβολήν 35 ότε δε εγένετο επί τους αναβάθμους συνέβη βαστάζεσθαι αυτόν υπό των στρατιωτών διά την βίαν του όχλου 36 ηκολούθει γαρ το πλήθος του λαού κράζον αίρε αυτόν 37 μέλλων τε εισάγεσθαι εις την παρεμβολήν ο Παύλος λέγει τω χιλιάρχω ει έξεστί μοι ειπείν προς σε ο δε έφη Ελληνιστί γινώσκεις 38 ουκ άρα συ ει ο Αιγύπτιος ο προ τούτων των ημερών αναστατώσας και εξαγαγών εις την έρημον τους τετρακισχιλίους άνδρας των σικαρίων 39 είπε δε ο Παύλος εγώ άνθρωπος μεν ειμι Ιουδαίος Ταρσεύς της Κιλικίας ουκ ασήμου πόλεως πολίτης δέομαι δε σου επίτρεψόν μοι λαλήσαι προς τον λαόν 40 επιτρέψαντος δε αυτού ο Παύλος εστώς επί των αναβάθμων κατέσεισε τη χειρί τω λαώ πολλής δε σιγής γενομένης προσεφώνησε τη Εβραϊδι διαλέκτω λέγων
Copyright information for ABPGRK