Acts 23

CHAPTER 23

Paul Stands before the Sanhedrin

1ατενίσας δε ο Παύλος τω συνεδρίω είπεν άνδρες αδελφοί εγώ πάση συνειδήσει αγαθή πεπολίτευμαι τω θεώ άχρι ταύτης της ημέρας 2ο δε αρχιερεύς Ανανίας επέταξε τοις παρεστώσιν αυτώ τύπτειν αυτού το στόμα 3τότε ο Παύλος προς αυτόν είπε τύπτειν σε μέλλει ο θεός τοίχε κεκονιαμένε και συ κάθη κρίνων με κατά τον νόμον και παρανομών κελεύεις με τύπτεσθαι 4οι δε παρεστώτες είπον τον αρχιερέα του θεού λοιδορείς 5έφη τε ο Παύλος ουκ ήδειν αδελφοί ότι εστίν αρχιερεύς γέγραπται γαρ άρχοντα του λαού σου ουκ ερείς κακώς 6γνούς δε ο Παύλος ότι το εν μέρος εστί Σαδδουκαίων το δε έτερον Φαρισαίων έκραξεν εν τω συνεδρίω άνδρες αδελφοί εγώ Φαρισαίός ειμι υιός Φαρισαίου περί ελπίδος και αναστάσεως νεκρών εγώ κρίνομαι 7τούτο δε αυτού λαλήσαντος εγένετο στάσις των Φαρισαίων και των Σαδδουκαίων και εσχίσθη το πλήθος 8Σαδδουκαίοι μεν γαρ λέγουσι μη είναι ανάστασιν μηδέ άγγελον μήτε πνεύμα Φαρισαίοι δε ομολογούσι τα αμφότερα 9εγένετο δε κραυγή μεγάλη και αναστάντες οι γραμματείς του μέρους των Φαρισαίων διεμάχοντο λέγοντες ουδέν κακόν ευρίσκομεν εν τω ανθρώπω τούτω ει δε και πνεύμα ελάλησεν αυτώ η άγγελος μη θεομαχώμεν 10πολλής δε γενομένης στάσεως ευλαβηθείς ο χιλίαρχος μη διασπασθή ο Παύλος υπ΄ αυτών εκέλευσε το στράτευμα καταβήναι και αρπάσαι αυτόν εκ μέσου αυτών άγειν τε εις την παρεμβολήν 11τη δε επιούση νυκτί επιστάς αυτώ ο κύριος είπε θάρσει Παύλε ως γαρ διεμαρτύρω τα περί εμού εις Ιερουσαλήμ ούτω σε δει και εις Ρώμην μαρτυρήσαι

A Plot to Kill Paul

12γενομένης δε ημέρας ποιήσαντές τινες των Ιουδαίων συστροφήν ανεθεμάτισαν εαυτούς λέγοντες μη τε φαγείν μη τε πιείν έως ου αποκτείνωσι τον Παύλον 13ήσαν δε πλείους τεσσαράκοντα οι ταύτην την συνωμοσίαν πεποιηκότες 14οίτινες προσελθόντες τοις αρχιερεύσι και τοις πρεσβυτέροις είπον αναθέματι ανεθεματίσαμεν εαυτούς μηδενός γεύσασθαι έως ου αποκτείνωμεν τον Παύλον 15νυν ούν υμείς εμφανίσατε τω χιλιάρχω συν τω συνεδρίω όπως αύριον αυτόν καταγάγη προς υμάς ως μέλλοντας διαγινώσκειν ακριβέστερον τα περί αυτού ημείς δε προ του εγγίσαι αυτόν έτοιμοί εσμεν του ανελείν αυτόν 16ακούσας δε ο υιός της αδελφής Παύλον το ένεδρον παραγενόμενος και εισελθών εις την παρεμβολήν απήγγειλε τω Παύλω 17προσκαλεσάμενος δε ο Παύλος ένα των εκατοντάρχων έφη τον νεανίαν τούτον απάγαγε προς τον χιλίαρχον έχει γαρ τι απαγγείλαι αυτώ 18ο μεν ουν παραλαβών αυτόν ήγαγε προς τον χιλίαρχον και φησίν ο δέσμιος Παύλος προσκαλεσάμενός με ηρώτησε τούτον τον νεανίαν αγαγείν προς σε έχοντά τι λαλήσαί σοι 19επιλαβόμενος δε της χειρός αυτού ο χιλίαρχος και αναχωρήσας κατ΄ ιδίαν επυνθάνετο τι εστιν ο έχεις απαγγείλαί μοι 20είπε δε ότι οι Ιουδαίοι συνέθεντο του ερωτήσαί σε όπως αύριον εις το συνέδριον καταγάγης τον Παύλον ως μέλλοντες τι ακριβέστερον πυνθάνεσθαι περί αυτού 21συ ούν μη πεισθής αυτοίς ενεδρεύουσι γαρ αυτόν εξ αυτών άνδρες πλείους τεσσαράκοντα οίτινες ανεθεμάτισαν εαυτούς μήτε φαγείν μήτε πιείν έως ου ανέλωσιν αυτόν και νυν έτοιμοί εισι προσδεχόμενοι την από σου επαγγελίαν 22ο μεν ουν χιλίαρχος απέλυσε τον νεανίαν παραγγείλας μηδενί εκλαλήσαι ότι ταύτα ενεφάνισας προς με

Paul Led to Caesarea

23και προσκαλεσάμενος δύο τινάς των εκατοντάρχων είπεν ετοιμάσατε στρατιώτας διακοσίους όπως πορευθώσιν έως Καισαρείας και ιππείς εβδομήκοντα και δεξιολάβους διακοσίους από τρίτης ώρας της νυκτός 24κτήνη τε παραστήσαι ίνα επιβιβάσαντες τον Παύλον διασώσωσι προς Φήλικα τον ηγεμόνα 25γράψας επιστολήν περιέχουσαν τον τύπον τούτον 26Κλαύδιος Λυσίας τω κρατίστω ηγεμόνι Φήλικι χαίρειν 27τον άνδρα τούτον συλληφθέντα υπό των Ιουδαίων και μέλλοντα αναιρείσθαι υπ΄ αυτών επιστάς συν τω στρατεύματι εξειλόμην αυτόν μαθών ότι Ρωμαίός εστι 28βουλόμενος δε γνώναι την αιτίαν δι΄ ην ενέκαλουν αυτώ κατήγαγον αυτόν εις το συνέδριον αυτών 29ον εύρον εγκαλούμενον περί ζητημάτων του νόμου αυτών μηδέν δε άξιον θανάτου η δεσμών έγκλημα έχοντα 30μηνυθείσης δε μοι επιβουλής εις τον άνδρα μέλλειν έσεσθαι υπό των Ιουδαίων εξαυτής έπεμψα προς σε παραγγείλας και τοις κατηγόροις λέγειν τα προς αυτόν επί σου έρρωσο 31οι μεν ουν στρατιώται κατά το διατεταγμένον αυτοίς αναλαβόντες τον Παύλον ήγαγον διά της νυκτός εις την Αντιπατρίδα 32τη δε επαύριον εάσαντες τους ιππείς πορεύεσθαι συν αυτώ υπέστρεψαν εις την παρεμβολήν 33οίτινες εισελθόντες εις την Καισάρειαν και αναδόντες την επιστολήν τω ηγεμόνι παρέστησαν και τον Παύλον αυτώ 34αναγνούς δε ο ηγεμών και επερωτήσας εκ ποίας επαρχίας εστί και πυθόμενος ότι από Κιλικίας 35διακούσομαί σου έφη όταν και οι κατήγοροί σου παραγένωνται εκέλευσέ τε αυτόν εν τω πραιτωρίω Ηρώδου φυλάσσεσθαι
Copyright information for ABPGRK