Acts 25

CHAPTER 25

Paul Appears before Festus

1Φήστος ουν επιβάς τη επαρχία μετά τρείς ημέρας ανέβη εις Ιεροσόλυμα από Καισαρείας 2ενεφάνισαν δε αυτώ ο αρχιερεύς και οι πρώτοι των Ιουδαίων κατά του Παύλου και παρεκάλουν αυτόν 3αιτούμενοι χάριν κατ΄ αυτού όπως μεταπέμψηται αυτόν εις Ιερουσαλήμ ένεδραν ποιούντες ανελείν αυτόν κατά την οδόν 4ο μεν ουν Φήστος απεκρίθη τηρείσθαι τον Παύλον εν Καισαρεία εαυτόν δε μέλλειν εν τάχει εκπορεύεσθαι 5οι ουν δυνατοί εν υμίν φησί συγκαταβάντες ει τι εστιν άτοπον εν τω ανδρί τούτω κατηγορείτωσαν αυτού 6διατρίψας δε εν αυτοίς ημέρας πλείους η δέκα καταβάς εις Καισάρειαν τη επαύριον καθίσας επί του βήματος εκέλευσε τον Παύλον αχθήναι 7παραγενομένου δε αυτού περιέστησαν οι από Ιεροσολύμων καταβεβηκότες Ιουδαίοι πολλά και βαρέα αιτιώματα φέροντες κατά του Παύλου α ουκ ίσχυον αποδείξαι 8απολογουμένου αυτού ότι ούτε εις τον νόμον των Ιουδαίων ούτε εις το ιερόν ούτε εις Καίσαρά τι ήμαρτον 9ο Φήστος δε τοις Ιουδαίοις θέλων χάριν καταθέσθαι αποκριθείς τω Παύλω είπε θέλεις εις Ιεροσόλυμα αναβάς εκεί περί τούτων κρίνεσθαι επ΄ εμού 10είπε δε ο Παύλος επί του βήματος Καίσαρος εστώς ειμι ου με δει κρίνεσθαι Ιουδαίους ουδέν ηδίκησα ως και συ κάλλιον επιγινώσκεις 11ει μεν γαρ αδικώ και άξιον θανάτου πέπραχά τι ου παραιτούμαι το αποθανείν ει δε ουδέν εστιν ων ούτοι κατηγορούσι μου ουδείς με δύναται αυτοίς χαρίσασθαι Καίσαρα επικαλούμαι 12τότε ο Φήστος συλλαλήσας μετά του συμβουλίου απεκρίθη Καίσαρα επικέκλησαι επί Καίσαρα πορεύση

Bernice and Agrippa

13ημερών δε διαγενομένων τινών Αγρίππας ο βασιλεύς και Βερνίκη κατήντησαν εις Καισάρειαν ασπασόμενοι τον Φήστον 14ως δε πλείους ημέρας διέτριβον εκεί ο Φήστος τω βασιλεί ανέθετο τα κατά τον Παύλον λέγων ανήρ τις εστι καταλελειμμένος υπό Φήλικος δέσμιος 15περί ου γενομένου μου εις Ιεροσόλυμα ενεφάνισαν οι αρχιερείς και οι πρεσβύτεροι των Ιουδαίων αιτούμενοι κατ΄ αυτού δίκην 16προς ους απεκρίθην ότι ουκ έστιν έθος Ρωμαίοις χαρίζεσθαί τινα άνθρωπον εις απώλειαν πριν η ο κατηγορούμενος κατά πρόσωπον έχοι τους κατηγόρους τόπον τε απολογίας λάβοι περί του εγκλήματος 17συνελθόντων ούν αυτών ενθάδε αναβολήν μηδεμίαν ποιησάμενος τη εξής καθίσας επί του βήματος εκέλευσα αχθήναι τον άνδρα 18περί ου σταθέντες οι κατήγοροι ουδεμίαν αιτίαν επέφερον ον υπενόουν εγώ 19ζητήματα δε τινα περί της ιδίας δεισιδαιμονίας είχον προς αυτόν και περί τινος Ιησού τεθνηκότος ον έφασκεν ο Παύλος ζην 20απορούμενος δε εγώ την περί τούτου ζήτησιν έλεγον ει βούλοιτο πορεύεσθαι εις Ιερουσαλήμ κακεί κρίνεσθαι περί τούτων 21του δε Παύλου επικαλεσαμένου τηρηθήναι αυτόν εις την του Σεβαστού διάγνωσιν εκέλευσα τηρείσθαι αυτόν έως ου πέμψω αυτόν προς Καίσαρα 22Αγρίππας δε προς τον Φήστον έφη εβουλόμην και αυτός του ανθρώπου ακούσαι ο δε αύριον φησίν ακούση αυτού 23τη ουν επαύριον ελθόντος του Αγρίππα και της Βερνίκης μετά πολλής φαντασίας και εισελθόντων εις το ακροατήριον συν τε τοις χιλιάρχοις και ανδράσι τοις κατ΄ εξοχήν ούσι της πόλεως και κελεύσαντος του Φήστου ήχθη ο Παύλος 24και φησιν ο Φήστος Αγρίππα βασιλεύ και πάντες οι συμπαρόντες ημίν άνδρες θεωρείτε τούτον περί ου παν το πλήθος των Ιουδαίων ενέτυχόν μοι εν τε Ιεροσολύμοις και ενθάδε επιβοώντες μη δειν ζην αυτόν μηκέτι 25εγώ δε καταλαβόμενος μηδέν άξιον θανάτου αυτόν πεπραχέναι και αυτού δε τούτου επικαλεσαμένου τον Σεβαστόν έκρινα πέμπειν αυτόν 26περί ου ασφαλές τι γράψαι τω κυρίω ουκ έχω διό προήγαγον αυτόν εφ΄ υμών και μάλιστα επί σου βασιλεύ Αγρίππα όπως της ανακρίσεως γενομένης σχω τι γράψαι 27άλογον γαρ μοι δοκεί πέμποντα δέσμιον μη και τας κατ΄ αυτού αιτίας σημάναι
Copyright information for ABPGRK