Acts 26

CHAPTER 26

Paul's Defense before Agrippa

Αγρίππας δε προς τον Παύλον έφη επιτρέπεταί σοι υπέρ σεαυτού λέγειν τότε ο Παύλος απελογείτο εκτείνας την χείρα περί πάντων ων εγκαλούμαι υπό Ιουδαίων βασιλεύ Αγρίππα ήγημαι εμαυτόν μακάριον μέλλων απολογείσθαι επί σου σήμερον μάλιστα γνώστην όντα σε πάντων των κατά Ιουδαίους εθών τε και ζητημάτων διό δέομαί σου μακροθύμως ακούσαί μου την μεν ουν βίωσίν μου την εκ νεότητος την απ΄ αρχής γενομένην εν τω έθνει μου εν Ιεροσολύμοις ίσασι πάντες οι Ιουδαίοι προγινώσκοντές με άνωθεν εάν θέλωσι μαρτυρείν ότι κατά την ακριβεστάτην αίρεσιν της ημετέρας θρησκείας έζησα Φαρισαίος και νυν επ΄ ελπίδι της προς τους πατέρας επαγγελίας γενομένης υπό του θεού έστηκα κρινόμενος εις ην το δωδεκάφυλον ημών εν εκτενεία νύκτα και ημέραν λατρεύον ελπίζει καταντήσαι περί ης ελπίδος εγκαλούμαι βασιλεύ Αγρίππα υπό των Ιουδαίων τι άπιστον κρίνεται παρ΄ υμίν ει ο θεός νεκρούς εγείρει εγώ μεν ούν έδοξα εμαυτώ προς το όνομα Ιησού του Ναζωραίου δειν πολλά εναντία πράξαι 10 ο και εποίησα εν Ιεροσολύμοις και πολλούς των αγίων εγώ φυλακαίς κατέκλεισα την παρά των αρχιερέων εξουσίαν λαβών αναιρουμένων τε αυτών κατήνεγκα ψήφον 11 και κατά πάσας τας συναγωγάς πολλάκις τιμωρών αυτούς ηνάγκαζον βλασφημείν περισσώς τε εμμαινόμενος αυτοίς εδίωκον έως και εις τας έξω πόλεις 12 εν οις και πορευόμενος εις την Δαμασκόν μετ΄ εξουσίας και επιτροπής της παρά των αρχιερέων 13 ημέρας μέσης κατά την οδόν είδον βασιλεύ ουρανόθεν υπέρ την λαμπρότητα του ηλίου περιλάμψαν με φως και τους συν εμοί πορευομένους 14 πάντων δε καταπεσόντων ημών εις την γην ήκουσα φωνήν λαλούσαν προς με και λέγουσαν τη Εβραϊδι διαλέκτω Σαούλ Σαούλ τι με διώκεις σκληρόν σοι προς κέντρα λακτίζειν 15 εγώ δε είπον τις ει κύριε ο δε είπεν εγώ ειμι Ιησούς ον συ διώκεις 16 αλλά ανάστηθι και στήθι επί τους πόδας σου εις τούτο γαρ ώφθην σοι προχειρίσασθαί σε υπηρέτην και μάρτυρα ων τε είδες ων τε οφθήσομαί σοι 17 εξαιρούμενός σε εκ του λαού και των εθνών εις ους νυν σε αποστέλλω 18 ανοίξαι οφθαλμούς αυτών του επιστρέψαι από σκότους εις φως και της εξουσίας του σατανά επί τον θεόν του λαβείν αυτούς άφεσιν αμαρτιών και κλήρον εν τοις ηγιασμένοις πίστει τη εις εμέ 19 όθεν βασιλεύ Αγρίππα ουκ εγενόμην απειθής τη ουρανίω οπτασία 20 αλλά τοις εν Δαμασκώ πρώτον και Ιεροσολύμοις εις πάσάν τε την χώραν της Ιουδαίας και τοις έθνεσιν απήγγελλον μετάνοειν και επιστρέφειν επί τον θεόν άξια της μετανοίας έργα πράσσοντας 21 ένεκα τούτων με οι Ιουδαίοι συλλαβόμενοι εν τω ιερώ επειρώντο διαχειρίσασθαι 22 επικουρίας ουν τυχών της παρά του θεού άχρι της ημέρας ταύτης έστηκα μαρτυρόμενος μικρώ τε και μεγάλω ουδέν εκτός λέγων ων τε οι προφήται ελάλησαν μελλόντων γίνεσθαι και Μωυσής 23 ει παθητός ο χριστός ει πρώτος εξ αναστάσεως νεκρών φως μέλλει καταγγέλλειν τω λαώ και τοις έθνεσι 24 ταύτα δε αυτού απολογουμένου ο Φήστος μεγάλη τη φωνή έφη μαίνη Παύλε τα πολλά σε γράμματα εις μανίαν περιτρέπει 25 ο δε ου μαίνομαι φησί κράτιστε Φήστε αλλά αληθείας και σωφροσύνης ρήματα αποφθέγγομαι 26 επίσταται γαρ περί τούτων ο βασιλεύς προς ον και παρρησιαζόμενος λαλώ λανθάνειν γαρ αυτόν τι τούτων ου πείθομαι ουδέν ου γαρ εν γωνία πεπραγμένον τούτο 27 πιστεύεις βασιλεύ Αγρίππα τοις προφήταις οίδα ότι πιστεύεις 28 ο δε Αγρίππας προς τον Παύλον έφη εν ολίγω με πείθεις χριστιανόν γενέσθαι 29 ο δε Παύλος είπεν ευξαίμην αν τω θεώ και εν ολίγω και εν πολλώ ου μόνον σε αλλά και πάντας τους ακούοντάς μου σήμερον γενέσθαι τοιούτους οποίος καγώ ειμι παρεκτός των δεσμών τούτων 30 και ταύτα ειπόντος αυτού ανέστη ο βασιλεύς και ο ηγεμών η τε Βερνίκη και οι συγκαθήμενοι αυτοίς 31 και αναχωρήσαντες ελάλουν προς αλλήλους λέγοντες ότι ουδέν θανάτου άξιον η δεσμών πράσσει ο άνθρωπος ουτος 32 Αγρίππας δε τω Φήστω έφη απολελύσθαι εδύνατο ο άνθρωπος ούτος ει μη επεκέκλητο Καίσαρα
Copyright information for ABPGRK