Acts 27

CHAPTER 27

The Voyage to Rome

ως δε εκρίθη του αποπλείν ημάς εις την Ιταλίαν παρεδίδουν τον τε Παύλον και τινας ετέρους δεσμώτας εκατοντάρχη ονόματι Ιουλίω σπείρης Σεβαστής επιβάντες δε πλοίω Αδραμυττηνώ μέλλοντες πλείν τους κατά την Ασίαν τόπους ανήχθημεν όντος συν ημίν Αριστάρχου Μακεδόνος Θεσσαλονικέως τη τε ετέρα κατήχθημεν εις Σιδώνα φιλανθρώπως τε ο Ιούλιος τω Παύλω χρησάμενος επετρέψε προς τους φίλους πορευθέντα επιμελείας τυχείν κακείθεν αναχθέντες υπεπλεύσαμεν την Κύπρον διά το τους ανέμους είναι εναντίους το τε πέλαγος το κατά την Κιλικίαν και Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εις Μύρα της Λυκίας κακεί ευρών ο εκατόνταρχος πλοίον Αλεξανδρινόν πλέον εις την Ιταλίαν ενεβίβασεν ημάς εις αυτό εν ικαναίς δε ημέραις βραδυπλοούντες και μόλις γενόμενοι κατά την Κνίδον μη προσεώντος ημάς του ανέμου υπεπλεύσαμεν την Κρήτην κατά Σαλμώνην μόλις τε παραλεγόμενοι αυτήν ήλθομεν εις τόπον τινά καλούμενον Καλούς Λιμένας ω εγγύς ην πόλις Λασαία ικανού δε χρόνου διαγενομένου και όντος ήδη επισφαλούς του πλοός διά το και την νηστείαν ήδη παρεληλυθέναι παρήνει ο Παύλος 10 λέγων αυτοίς άνδρες θεωρώ ότι μετά ύβρεως και πολλής ζημίας ου μόνον του φορτίου και του πλοίου αλλά και των ψυχών ημών μέλλειν έσεσθαι τον πλουν 11 ο δε εκατοντάρχης τω κυβερνήτη και τω ναυκλήρω επείθετο μάλλον η τοις υπό του Παύλου λεγομένοις 12 ανευθέτου δε του λιμένος υπάρχοντος προς παραχειμασίαν οι πλείους έθεντο βουλήν αναχθήναι κακείθεν ει πως δύναιντο καταντήσαντες εις Φοίνικα παραχειμάσαι λιμένα της Κρήτης βλέποντα κατά λίβα και κατά χώρον

Euroclydon

13 υποπνεύσαντος δε νότου δόξαντες της προθέσεως κεκρατηκέναι άραντες άσσον παρελέγοντο την Κρήτην 14 μετ΄ ου πολύ δε έβαλε κατ΄ αυτής άνεμος τυφωνικός ο καλούμενος Ευροκλύδων 15 συναρπασθέντος δε του πλοίου και μη δυναμένου αντοφθαλμείν τω ανέμω επιδόντες εφερόμεθα 16 νησίον δε τι υποδραμόντες καλούμενον Κλαύδην μόλις ισχύσαμεν περικρατείς γενέσθαι της σκάφης 17 ην άραντες βοηθείας εχρώντο υποζωννύντες το πλοίον φοβούμενοί τε μη εις την Σύρτιν εκπέσωσι χαλάσαντες το σκεύος ούτως εφέροντο 18 σφοδρώς δε χειμαζομένων ημών τη εξής εκβολήν εποιούντο 19 και τη τρίτη αυτόχειρες την σκευήν του πλοίου ερρίψαμεν 20 μήτε δε ηλίου μήτε άστρων επιφαινόντων επί πλείονας ημέρας χείμωνός τε ουκ ολίγου επικειμένου λοιπόν περιηρείτο πάσα ελπίς του σώζεσθαι ημάς 21 πολλής δε ασιτίας υπαρχούσης τότε σταθείς ο Παύλος εν μέσω αυτών είπεν έδει μεν ω άνδρες πειθαρχήσαντάς μοι μη ανάγεσθαι από της Κρήτης κερδήσαί τε την ύβριν ταύτην και την ζημίαν 22 και τανύν παραινώ υμάς ευθυμείν αποβολή γαρ ψυχής ουδεμία έσται εξ υμών πλην του πλοίου 23 παρέστη γαρ μοι τη νυκτί ταύτη άγγελος του θεού ου ειμι ω και λατρεύω 24 λέγων μη φοβού Παύλε Καίσαρί σε δει παραστήναι και ιδού κεχάρισταί σοι ο θεός πάντας τους πλέοντας μετά σου 25 διό ευθυμείτε άνδρες πιστεύω γαρ τω θεώ ότι ούτως έσται καθ΄ ον τρόπον λελάληταί μοι 26 εις νήσον δε τινα δει ημάς εκπεσείν 27 ως δε τεσσαρεσκαιδεκάτη νυξ εγένετο διαφερομένων ημών εν τω Αδρία κατά μέσον της νυκτός υπενόουν οι ναύται προσάγειν τινά αυτοίς χώραν 28 και βολίσαντες εύρον οργυιάς είκοσι βραχύ δε διαστήσαντες και πάλιν βολίσαντες εύρον οργυιάς δεκαπέντε 29 φοβούμενοί τε μήπως εις τραχείς τόπους εκπέσωμεν εκ πρύμνης ρίψαντες αγκύρας τέσσαρας ηύχοντο ημέραν γενέσθαι 30 των δε ναυτών ζητούντων φυγείν εκ του πλοίου και χαλασάντων την σκάφην εις την θάλασσαν προφάσει ως εκ πρώρας μελλόντων αγκύρας εκτείνειν 31 είπεν ο Παύλος τω εκατοντάρχη και τοις στρατιώταις εάν μη ούτοι μείνωσιν εν τω πλοίω υμείς σωθήναι ου δύνασθε 32 τότε οι στρατιώται απέκοψαν τα σχοινία της σκάφης και είασαν αυτήν εκπεσείν 33 άχρι δε ου έμελλεν ημέρα γίνεσθαι παρεκάλει ο Παύλος άπαντας μεταλαβείν τροφής λέγων τεσσαρεσκαιδεκάτην σήμερον ημέραν προσδοκώντες άσιτοι διατελείτε μηδέν προσλαβόμενοι 34 διό παρακαλώ υμάς προσλαβείν τροφής τούτο γαρ προς της υμετέρας σωτηρίας υπάρχει ουδενός γαρ υμών θρίξ εκ της κεφαλής πεσείται 35 ειπών δε ταύτα και λαβών άρτον ευχαρίστησε τω θεώ ενώπιον πάντων και κλάσας ήρξατο εσθίειν 36 εύθυμοι δε γενόμενοι πάντες και αυτοί προσελάβοντο τροφής 37 ήμεν δε εν τω πλοίω αι πάσαι ψυχαί διακόσιαι εβδομήκοντα εξ 38 κορεσθέντες δε τροφής εκούφιζον το πλοίον εκβαλλόμενοι τον σίτον εις την θάλασσαν

Shipwreck on Malta

39 ότε δε ημέρα εγένετο την γην ουκ επεγίνωσκον κόλπον δε τινα κατενόουν έχοντα αιγιαλόν εις ον εβουλεύσαντο ει δυνατόν εξώσαι το πλοίον 40 και τας αγκύρας περιελόντες είων εις την θάλασσαν άμα ανέντες τας ζευκτηρίας των πηδαλίων και επάραντες τον αρτεμώνα τη πνεούση κατείχον εις τον αιγιαλόν 41 περιπεσόντες δε εις τόπον διθάλασσον επώκειλαν την ναύν και η μεν πρώρα ερείσασα έμεινεν ασάλευτος η δε πρύμνα ελύετο υπό της βίας των κυμάτων 42 των δε στρατιωτών βουλή εγένετο ίνα τους δεσμώτας αποκτείνωσι μη τις εκκολυμβήσας διαφύγη 43 ο δε εκατόνταρχος βουλόμενος διασώσαι τον Παύλον εκώλυσεν αυτούς του βουλήματος εκέλευσέ τε τους δυναμένους κολυμβάν απορρίψαντας πρώτους επί την γην εξιέναι 44 και τους λοιπούς ους μεν επί σανίσιν ους δε επί τινων των από του πλοίου και ούτως εγένετο πάντας διασωθήναι επί την γην
Copyright information for ABPGRK