Acts 4

CHAPTER 4

Five Thousand Believe

λαλούντων δε αυτών προς τον λαόν επέστησαν αυτοίς οι ιερείς και ο στρατηγός του ιερού και οι Σαδδουκαίοι διαπονούμενοι διά το διδάσκειν αυτούς τον λαόν και καταγγέλλειν εν τω Ιησού την ανάστασιν των νεκρών και επέβαλον αυτοίς τας χείρας και έθεντο εις τήρησιν εις την αύριον ην γαρ εσπέρα ήδη πολλοί δε των ακουσάντων τον λόγον επίστευσαν και εγενήθη ο αριθμός των ανδρών ωσεί χιλιάδες πέντε

Peter and John before the Sanhedrin

εγένετο δε επί την αύριον συναχθήναι αυτών τους άρχοντας και πρεσβυτέρους και γραμματείς εις Ιερουσαλήμ και Άνναν τον αρχιερέα και Καϊάφαν και Ιωάννην και Αλέξανδρον και όσοι ήσαν εκ γένους αρχιερατικού και στήσαντες αυτούς εν τω μέσω επυνθάνοντο εν ποία δυνάμει η εν ποίω ονόματι εποιήσατε τούτο υμείς τότε Πέτρος πλησθείς πνεύματος αγίου είπε προς αυτούς άρχοντες του λαού και πρεσβύτεροι του Ισραήλ ει ημείς σήμερον ανακρινόμεθα επί ευεργεσία ανθρώπου ασθενούς εν τίνι ούτος σέσωσται 10 γνωστόν έστω πάσιν υμίν και παντί τω λαώ Ισραήλ ότι εν τω ονόματι Ιησού χριστού του Ναζωραίου ον υμείς εσταυρώσατε ον ο θεός ήγειρεν εκ νεκρών εν τούτω ούτος παρέστηκεν ενώπιον υμών υγιής 11 ούτός εστιν ο λίθος ο εξουθενηθείς υφ υμών των οικοδομούντων ο γενόμενος εις κεφαλήν γωνίας 12 και ουκ έστιν εν άλλω ουδενί η σωτηρία ούτε γαρ όνομά εστιν έτερον υπό τον ουρανόν το δεδομένον εν ανθρώποις εν ω δει σωθήναι ημάς 13 θεωρούντες δε την του Πέτρου παρρησίαν και Ιωάννου και καταλαβόμενοι ότι άνθρωποι αγράμματοί εισι και ιδιώται εθαύμαζον επεγίνωσκόν τε αυτούς ότι συν τω Ιησού ήσαν 14 τον δε άνθρωπον βλέποντες συν αυτοίς εστώτα τον τεθεραπευμένον ουδέν είχον αντειπείν 15 κελεύσαντες δε αυτούς έξω του συνεδρίου απελθείν συνέβαλλον προς αλλήλους 16 λέγοντες τι ποιήσομεν τοις ανθρώποις τούτοις ότι μεν γαρ γνωστόν σημείον γέγονε δι΄ αυτών πάσι τοις κατοικούσιν Ιερουσαλήμ φανερόν και ου δυνάμεθα αρνήσασθαι 17 αλλ΄ ίνα μη επί πλείον διανεμηθή εις τον λαόν απειλή απειλησώμεθα αυτοίς μηκέτι λαλείν επί τω ονόματι τούτω μηδενί ανθρώπων 18 και καλέσαντες αυτούς παρήγγειλαν αυτοίς το καθόλου μη φθέγγεσθαι μηδέ διδάσκειν επί τω ονόματι του Ιησού 19 ο δε Πέτρος και Ιωάννης αποκριθέντες προς αυτούς είπον ει δίκαιόν εστιν ενώπιον του θεού υμών ακούειν μάλλον η του θεού κρίνατε 20 ου δυνάμεθα γαρ ημείς α είδομεν και ηκούσαμεν μη λαλείν 21 οι δε προσαπειλησάμενοι απέλυσαν αυτούς μηδέν ευρίσκοντες το πως κολάσονται αυτούς διά τον λαόν ότι πάντες εδόξαζον τον θεόν επί τω γεγονότι 22 ετών γαρ ην πλειόνων τεσσαράκοντα ο άνθρωπος εφ΄ ον εγεγόνει το σημείον τούτο της ιάσεως 23 απολυθέντες δε ήλθον προς τους ιδίους και απήγγειλαν όσα προς αυτούς οι αρχιερείς και οι πρεσβύτεροι είπον 24 οι δε ακούσαντες ομοθυμαδόν ήραν φωνήν προς τον θεόν και είπον δέσποτα συ ο θεός ο ποιήσας τον ουρανόν και την γην και την θάλασσαν και πάντα τα εν αυτοίς 25 ο διά στόματος Δαβίδ του παιδός σου ειπών ινατί εφρύαξαν έθνη και λαοί εμελέτησαν κενά 26 παρέστησαν οι βασιλείς της γης και οι άρχοντες συνήχθησαν επί το αυτό κατά του κυρίου και κατά του χριστού αυτού 27 συνήχθησαν γαρ επ΄ αληθείας επί τον άγιον παίδά σου Ιησούν ον έχρισας Ηρώδης τε και Πόντιος Πιλάτος συν έθνεσι και λαοίς Ισραήλ 28 ποιήσαι όσα η χείρ σου και η βουλή σου προώρισε γενέσθαι 29 και τα νυν κύριε έπιδε επί τας απειλάς αυτών και δος τοις δούλοις σου μετά παρρησίας πάσης λαλείν τον λόγον σου 30 εν τω την χείρά σου εκτείνείν σε εις ίασιν και σημεία και τέρατα γίνεσθαι διά του ονόματος του αγίου παιδός σου Ιησού 31 και δεηθέντων αυτών εσαλεύθη ο τόπος εν ω ήσαν συνηγμένοι και επλήσθησαν άπαντες πνεύματος αγίου και ελάλουν τον λόγον του θεού μετά παρρησίας 32 του δε πλήθους των πιστευσάντων ην η καρδία και η ψυχή μία και ουδέ εις τι των υπαρχόντων αυτώ έλεγεν ίδιον είναι αλλ΄ ην αυτοίς άπαντα κοινά 33 και μεγάλη δυνάμει απεδίδουν το μαρτύριον οι απόστολοι της αναστάσεως του κυρίου Ιησού χάρις τε μεγάλη ην επί πάντας αυτούς 34 ουδέ γαρ ενδεής τις υπήρχεν εν αυτοίς όσοι γαρ κτήτορες χωρίων η οικιών υπήρχον πωλούντες έφερον τας τιμάς των πιπρασκομένων 35 και ετίθουν παρά τους πόδας των αποστόλων διεδίδοτο δε εκάστω καθότι αν τις χρείαν είχεν 36 Ιωσής δε ο επικληθείς Βαρναβάς υπό των αποστόλων ο εστι μεθερμηνευόμενον υιός παρακλήσεως Λευϊτης Κύπριος τω γένει 37 υπάρχοντος αυτώ αγρού πωλήσας ήνεγκε το χρήμα και έθηκε παρά τους πόδας των αποστόλων
Copyright information for ABPGRK