Acts 7

CHAPTER 7

Stephen Relates the History of the Jews

είπε δε ο αρχιερεύς ει άρα ταύτα ούτως έχει ο δε έφη άνδρες αδελφοί και πατέρες ακούσατε ο θεός της δόξης ώφθη τω πατρί ημών Αβραάμ όντι εν τη Μεσοποταμία πριν η κατοικήσαι αυτόν εν Χαρράν και είπε προς αυτόν έξελθε εκ της γης σου και εκ της συγγενείας σου και δεύρο εις γην ην αν σοι δείξω τότε εξελθών εκ γης Χαλδαίων κατώκησεν εν Χαρράν κακείθεν μετά το αποθανείν τον πατέρα αυτού μετώκησεν αυτόν εις την γην ταύτην εις ην υμείς νυν κατοικείτε και ουκ έδωκεν αυτώ κληρονομίαν εν αυτή ουδέ βήμα ποδός και επηγγείλατο δούναι αυτώ εις κατάσχεσιν αυτήν και τω σπέρματι αυτού μετ΄ αυτόν ουκ όντος αυτώ τέκνου ελάλησε δε ούτως ο θεός ότι έσται το σπέρμα αυτού πάροικον εν γη αλλοτρία και δουλώσουσιν αυτό και κακώσουσιν έτη τετρακόσια και το έθνος ω εάν δουλεύσωσι κρινώ εγώ είπεν ο θεός και μετά ταύτα εξελεύσονται και λατρεύσουσί μοι εν τω τόπω τούτω και έδωκεν αυτώ διαθήκην περιτομής και ούτως εγέννησε τον Ισαάκ και περιέτεμεν αυτόν τη ημέρα τη ογδόη και ο Ισαάκ τον Ιακώβ και ο Ιακώβ τους δώδεκα πατριάρχας και οι πατριάρχαι ζηλώσαντες τον Ιωσήφ απέδοντο εις Αίγυπτον και ην ο θεός μετ΄ αυτού 10 και εξείλετο αυτόν εκ πασών των θλίψεων αυτού και έδωκεν αυτώ χάριν και σοφίαν εναντίον Φαράω βασιλέως Αιγύπτου και κατέστησεν αυτόν ηγούμενον επ΄ Αίγυπτον και όλον τον οίκον αυτού 11 ήλθε δε λιμός εφ΄ όλην την γην Αιγύπτου και Χαναάν και θλίψις μεγάλη και ουχ εύρισκον χορτάσματα οι πατέρες ημών 12 ακούσας δε Ιακώβ όντα σίτα εν Αιγύπτω εξαπέστειλε τους πατέρας ημών πρώτον 13 και εν τω δευτέρω ανεγνωρίσθη Ιωσήφ τοις αδελφοίς αυτού και φανερόν εγένετο τω Φαραώ το γένος του Ιωσήφ 14 αποστείλας δε Ιωσήφ μετεκαλέσατο τον πατέρα αυτού Ιακώβ και πάσαν την συγγένειαν αυτού εν ψυχαίς εβδομήκοντα πέντε 15 κατέβη δε Ιακώβ εις Αίγυπτον και ετελεύτησεν αυτός και οι πατέρες ημών 16 και μετετέθησαν εις Συχέμ και ετέθησαν εν τω μνήματι ω ωνήσατο Αβραάμ τιμής αργυρίου παρά των υιών Εμμόρ του Συχέμ 17 καθώς δε ήγγιζεν ο χρόνος της επαγγελίας ης ώμοσεν ο θεός τω Αβραάμ ηύξησεν ο λαός και επληθύνθη εν Αιγύπτω 18 άχρις ου ανέστη βασιλεύς έτερος ος ουκ ήδει τον Ιωσήφ 19 ούτος κατασοφισάμενος το γένος ημών εκάκωσε τους πατέρας ημών του ποιείν έκθετα τα βρέφη αυτών εις το μη ζωογονείσθαι 20 εν ω καιρώ εγεννήθη Μωυσής και ην αστείος τω θεώ ος ανετράφη μήνας τρείς εν τω οίκω του πατρός αυτού 21 εκτεθέντα δε αυτόν ανείλετο αυτόν η θυγάτηρ Φαραώ και ανεθρέψατο αυτόν εαυτή εις υιόν 22 και επαιδεύθη Μωυσής πάση σοφία Αιγυπτίων ην δε δυνατός εν λόγοις και εν έργοις 23 ως δε επληρούτο αυτώ τεσσαρακονταετής χρόνος ανέβη επί την καρδίαν αυτού επισκέψασθαι τους αδελφούς αυτού τους υιούς Ισραήλ 24 και ιδών τινα αδικούμενον ημύνατο και εποίησεν εκδίκησιν τω καταπονουμένω πατάξας τον Αιγύπτιον 25 ενόμιζε δε συνιέναι τους αδελφούς αυτού ότι ο θεός διά χειρός αυτού δίδωσιν αυτοίς σωτηρίαν οι δε ου συνήκαν 26 τη τε επιούση ημέρα ώφθη αυτοίς μαχομένοις και συνήλασεν αυτούς εις ειρήνην ειπών άνδρες αδελφοί εστε υμείς ινατί αδικείτε αλλήλους 27 ο δε αδικών τον πλησίον απώσατο αυτόν ειπών τις σε κατέστησεν άρχοντα και δικαστήν εφ΄ ημάς 28 μη ανελείν με συ θέλεις ον τρόπον ανείλες χθές τον Αιγύπτιον 29 έφυγε δε Μωυσής εν τω λόγω τούτω και εγένετο πάροικος εν γη Μαδιάμ ου εγέννησεν υιούς δύο 30 και πληρωθέντων ετών τεσσαράκοντα ώφθη αυτώ εν τη ερήμω του όρους Σινά άγγελος κυρίου εν φλογί πυρός βάτου 31 ο δε Μωυσής ιδών εθαύμαζε το όραμα προσερχομένου δε αυτού κατανοήσαι εγένετο φωνή κυρίου προς αυτόν 32 εγώ ο θεός των πατέρων σου ο θεός Αβραάμ και ο θεός Ισαάκ και ο θεός Ιακώβ έντρομος δε γενόμενος Μωυσής ουκ ετόλμα κατανοήσαι 33 είπε δε αυτώ ο κύριος λύσον το υπόδημα των ποδών σου ο γαρ τόπος εν ω έστηκας γη αγία εστίν 34 ιδών είδον την κάκωσιν του λαού μου του εν Αιγύπτω και του στεναγμού αυτών ήκουσα και κατέβην εξελέσθαι αυτούς και νυν δεύρο αποστελώ σε εις Αίγυπτον 35 τούτον τον Μωϋσήν ον ηρνήσαντο ειπόντες τις σε κατέστησεν άρχοντα και δικαστήν τούτον ο θεός άρχοντα και λυτρωτήν απέστειλεν εν χειρί αγγέλου του οφθέντος αυτώ εν τη βάτω 36 ούτος εξήγαγεν αυτούς ποιήσας τέρατα και σημεία εν γη Αιγύπτω και εν ερυθρά θαλάσση και εν τη ερήμω έτη τεσσαράκοντα 37 ούτός εστιν ο Μωϋσής ο ειπών τοις υιοίς Ισραήλ προφήτην υμίν αναστήσει κύριος ο θεός ημών εκ των αδελφών υμών ως εμέ 38 ούτός εστιν ο γενόμενος εν τη εκκλησία εν τη ερήμω μετά του αγγέλου του λαλούντος αυτώ εν τω όρει Σινά και των πατέρων ημών ος εδέξατο λόγια ζώντα δούναι ημίν 39 ω ουκ ηθέλησαν υπήκοοι γενέσθαι οι πατέρες ημών αλλ΄ απώσαντο και εστράφησαν ταις καρδιας αυτών εις Αίγυπτον 40 ειπόντες τω Ααρών ποίησον ημίν θεούς οι προπορεύσονται ημών ο γαρ Μωυσής ούτος ος εξήγαγεν ημάς εκ γης Αιγύπτου ουκ οίδαμεν τι γέγονεν αυτώ 41 και εμοσχοποίησαν εν ταις ημέραις εκείναις και ανήγαγον θυσίαν τω ειδώλω και ευφραίνοντο εν τοις έργοις των χειρών αυτών 42 έστρεψε δε ο θεός και παρέδωκεν αυτούς λατρεύειν τη στρατιά του ουρανού καθώς γέγραπται εν βίβλω των προφητών μη σφάγια και θυσίας προσηνέγκατέ μοι έτη τεσσαράκοντα εν τη ερήμω οίκος Ισραήλ 43 και ανελάβετε την σκηνήν του Μολόχ και το άστρον του θεού υμών Ρεμφάν τους τύπους ους εποιήσατε προσκυνείν αυτοίς και μετοικιώ υμάς επέκεινα Βαβυλώνος 44 η σκηνή του μαρτυρίου ην τοις πατράσιν ημών εν τη ερήμω καθώς διετάξατο ο λαλών τω Μωυσή ποιήσαι αυτήν κατά τον τύπον ον εωράκει 45 ην και εισήγαγον διαδεξάμενοι οι πατέρες ημών μετά Ιησού εν τη κατασχέσει των εθνών ων εξώσεν ο θεός από προσώπου των πατέρων ημών έως των ημερών Δαβίδ 46 ος εύρε χάριν ενώπιον του θεού και ητήσατο ευρείν σκήνωμα τω θεώ Ιακώβ 47 Σολομών δε ωκοδόμησεν αυτώ οίκον 48 αλλ΄ ουχ ο ύψιστος εν χειροποιήτοις ναοίς κατοικεί καθώς ο προφήτης λέγει 49 ο ουρανός μοι θρόνος η δε γη υποπόδιον των ποδών μου ποίον οίκον οικοδομήσετέ μοι λέγει κύριος η τις τόπος της καταπαύσεώς μου 50 ουχί η χειρ μου εποίησε ταύτα πάντα

Stephen Rebukes the Jewish Leaders

51 σκληροτράχηλοι και απερίτμητοι τη καρδία και τοις ωσίν υμείς αει τω πνεύματι τω αγίω αντιπίπτετε ως οι πατέρες υμών και υμείς 52 τίνα των προφητών ουκ εδίωξαν οι πατέρες υμών και απέκτειναν τους προκαταγγείλαντας περί της ελεύσεως του δικαίου ου νυν υμείς προδόται και φονείς γεγένησθε 53 οίτινες ελάβετε τον νόμον εις διαταγάς αγγέλων και ουκ εφυλάξατε

Stephen Stoned to Death

54 ακούοντες δε ταύτα διεπρίοντο ταις καρδίαις αυτών και έβρυχον τους οδόντας επ΄ αυτόν 55 υπάρχων δε πλήρης πνεύματος αγίου ατενίσας εις τον ουρανόν είδε δόξαν θεού και Ιησούν εστώτα εκ δεξιών του θεού 56 και είπεν ιδού θεωρώ τους ουρανούς ανεωγμένους και τον υιόν του ανθρώπου εκ δεξιών εστώτα του θεού 57 κράξαντες δε φωνή μεγάλη συνέσχον τα ώτα αυτών και ώρμησαν ομοθυμαδόν επ΄ αυτόν 58 και εκβαλόντες έξω της πόλεως ελιθοβόλουν και οι μάρτυρες απεθέντο τα ιμάτια αυτών παρά τους πόδας νεανίου καλουμένου Σαύλου 59 και ελιθοβόλουν τον Στέφανον επικαλούμενον και λέγοντα κύριε Ιησού δέξαι το πνεύμά μου 60 θεις δε τα γόνατα έκραξε φωνή μεγάλη κύριε μη στήσης αυτοίς την αμαρτίαν ταύτην και τούτο ειπών εκοιμήθη
Copyright information for ABPGRK