Acts 8

CHAPTER 8

The Persecution of the Assembly

Σαύλος δε ην συνευδοκών τη αναιρέσει αυτού εγένετο δε εν εκείνη τη ημέρα διωγμός μέγας επί την εκκλησίαν την εν Ιεροσολύμοις πάντες δε διεσπάρησαν κατά τας χώρας της Ιουδαίας και Σαμαρείας πλην των αποστόλων συνεκόμισαν δε τον Στέφανον άνδρες ευλαβείς και εποιήσαντο κοπετόν μέγαν επ΄ αυτώ Σαύλος δε ελυμαίνετο την εκκλησίαν κατά τους οίκους εισπορευόμενος σύρων τε άνδρας και γυναίκας παρεδίδου εις φυλακήν οι μεν ουν διασπαρέντες διήλθον ευαγγελιζόμενοι τον λόγον Φίλιππος δε κατελθών εις πόλιν της Σαμαρείας εκήρυσσεν αυτοίς τον χριστόν προσείχόν τε οι όχλοι τοις λεγομένοις υπό του Φιλίππου ομοθυμαδόν εν τω ακούειν αυτούς και βλέπειν τα σημεία α εποίει πολλών γαρ των εχόντων πνεύματα ακάθαρτα βοώντα φωνή μεγάλη εξήρχετο πολλοί δε παραλελυμένοι και χωλοί εθεραπεύθησαν και εγένετο χαρά μεγάλη εν τη πόλει εκείνη

Simon and the Magic Arts

ανήρ δε τις ονόματι Σίμων προϋπήρχεν εν τη πόλει μαγεύων και εξιστών το έθνος της Σαμαρείας λέγων είναί τινα εαυτόν μέγαν 10 ω προσείχον πάντας από μικρού έως μεγάλου λέγοντες ούτός εστιν η δύναμις του θεού η μεγάλη 11 προσείχον δε αυτώ διά το ικανώ χρόνω ταις μαγείαις εξεστακέναι αυτούς 12 ότε δε επίστευσαν τω Φιλίππω ευαγγελιζομένω τα περί της βασιλείας του θεού και του ονόματος Ιησού χριστού εβαπτίζοντο άνδρες τε και γυναίκες 13 ο δε Σίμων και αυτός επίστευσε και βαπτισθείς ην προσκαρτερών τω Φιλίππω θεωρών τε δυνάμεις και σημεία γινόμενα εξίστατο 14 ακούσαντες δε οι εν Ιεροσολύμοις απόστολοι ότι δέδακται η Σαμάρεια τον λόγον του θεού απέστειλαν προς αυτούς τον Πέτρον και Ιωάννην 15 οίτινες καταβάντες προσηύξαντο περί αυτών όπως λάβωσι πνεύμα άγιον 16 ούπω γαρ ην επ΄ ουδενί αυτών επιπεπτωκός μόνον δε βεβαπτισμένοι υπήρχον εις το όνομα του κυρίου Ιησού 17 τότε επετίθουν τας χείρας επ΄ αυτούς και ελάμβανον πνεύμα άγιον 18 θεασάμενος δε ο Σίμων ότι διά της επιθέσεως των χειρών των αποστόλων δίδοται το πνεύμα το άγιον προσήνεγκεν αυτοίς χρήματα 19 λέγων δότε καμοί την εξουσίαν ταύτην ίνα ω αν επιθώ τας χείρας λαμβάνη πνεύμα άγιον 20 Πέτρος δε είπε αυτόν το αργύριόν σου συν σοι είη εις απώλειαν ότι την δωρεάν του θεού ενόμισας διά χρημάτων κτάσθαι 21 ουκ έστι σοι μερίς ουδέ κλήρος εν τω λόγω τούτω η γαρ καρδία σου ουκ έστιν ευθεία ενώπιον του θεού 22 μετανόησον ούν από της κακίας σου ταύτης και δεήθητι του θεού ει άρα αφεθήσεταί σοι η επίνοια της καρδίας σου 23 εις γαρ χολήν πικρίας και σύνδεσμον αδικίας ορώ σε όντα 24 αποκριθείς δε ο Σίμων είπε δεήθητε υμείς υπέρ εμού προς τον κύριον όπως μηδέν επέλθη επ΄ εμέ ων ειρήκατε 25 οι μεν ούν διαμαρτυράμενοι και λαλήσαντες τον λόγον του κυρίου υπέστρεψαν εις Ιερουσαλήμ πολλάς τε κώμας των Σαμαρειτών ευηγγελίσαντο

Philip and the Ethiopian Eunuch

26 άγγελος δε κυρίου ελάλησε προς Φίλιππον λέγων ανάστηθι και πορεύου κατά μεσημβρίαν επί την οδόν την καταβαίνουσαν από Ιερουσαλήμ εις Γάζαν αύτη εστίν έρημος 27 και αναστάς επορεύθη και ιδού ανήρ Αιθίοψ ευνούχος δυνάστης Κανδάκης της βασιλίσσης Αιθιόπων ος ην επί πάσης της γάζης αυτής ος εληλύθει προσκυνήσων εις Ιερουσαλήμ 28 ην τε υποστρέφων και καθήμενος επί του άρματος αυτού ανεγίνωσκε τον προφήτην Ησαϊαν 29 είπε δε το πνεύμα τω Φιλίππω πρόσελθε και κολλήθητι τω άρματι τούτω 30 προσδραμών δε ο Φίλιππος ήκουσεν αυτού αναγινώσκοντος τον προφήτην Ησαϊαν και είπεν αρά γε γινώσκεις α αναγινώσκεις 31 ο δε είπε πως γαρ αν δυναίμην εάν μη τις οδηγήση με παρεκάλεσέ τε τον Φίλιππον αναβάντα καθίσαι συν αυτώ 32 η δε περιοχή της γραφής ην ανεγίνωσκεν ην αύτη ως πρόβατον επί σφαγήν ήχθη και ως αμνός εναντίον του κείροντος αυτόν άφωνος ούτως ουκ ανοίγει το στόμα αυτού 33 εν τη ταπεινώσει αυτού η κρίσις αυτού ήρθη την δε γενεάν αυτού τις διηγήσεται ότι αίρεται από της γης η ζωή αυτού 34 αποκριθείς δε ο ευνούχος τω Φιλίππω είπε δέομαί σου περί τίνος ο προφήτης λέγει τούτο περί εαυτού η περί ετέρου τινός 35 ανοίξας δε ο Φίλιππος το στόμα αυτού και αρξάμενος από της γραφής ταύτης ευηγγελίσατο αυτώ τον Ιησούν 36 ως δε επορεύοντο κατά την οδόν ήλθον επί τι ύδωρ και φησιν ο ευνούχος ιδού ύδωρ τι κωλύει με βαπτισθήναι 37 είπε δε ο Φίλιππος ει πιστεύεις εξ όλης της καρδίας έξεστιν αποκριθείς δε είπε πιστεύω τον υιόν του θεού είναι τον Ιησούν χριστόν 38 και εκέλευσε στήναι το άρμα και κατέβησαν αμφότεροι εις το ύδωρ ο τε Φίλιππος και ο ευνούχος και εβάπτισεν αυτόν 39 ότε δε ανέβησαν εκ του ύδατος πνεύμα κυρίου ήρπασε τον Φίλιππον και ουκ είδεν αυτόν ουκέτι ο ευνούχος επορεύετο γαρ την οδόν αυτού χαίρων 40 Φίλιππος δε ευρέθη εις Αζωτον και διερχόμενος ευηγγελίζετο τας πόλεις πάσας έως του ελθείν αυτόν εις Καισάρειαν
Copyright information for ABPGRK