Acts 14

CHAPTER 14

Paul and Barnabas at Iconium

1εγένετο δε εν Ικονίω κατά το αυτό εισελθείν αυτούς εις την συναγωγήν των Ιουδαίων και λαλήσαι ούτως ώστε πιστεύσαι Ιουδαίων τε και Ελλήνων πολύ πλήθος 2οι δε απειθούντες Ιουδαίοι επήγειραν και εκάκωσαν τας ψυχάς των εθνών κατά των αδελφών 3ικανόν μεν ουν χρόνον διέτριψαν παρρησιαζόμενοι επί τω κυρίω τω μαρτυρούντι τω λόγω της χάριτος αυτού διδόντι σημεία και τέρατα γίνεσθαι διά των χειρών αυτών 4εσχίσθη δε το πλήθος της πόλεως και οι μεν ήσαν συν τοις Ιουδαίοις οι δε συν τοις αποστόλοις 5ως δε εγένετο ορμή των εθνών τε και Ιουδαίων συν τοις άρχουσιν αυτών υβρίσαι και λιθοβολήσαι αυτούς 6συνιδόντες κατέφυγον εις τας πόλεις της Λυκαονίας Λύστραν και Δέρβην και την περίχωρον 7κακεί ήσαν ευαγγελιζόμενοι

A Lame Man of Lystra Healed

8και τις ανήρ εν Λύστροις αδύνατος τοις ποσίν εκάθητο χωλός εκ κοιλίας μητρός αυτού υπάρχων ος ουδέποτε περιπεπατήκει 9ούτος ήκουσε του Παύλου λαλούντος ος ατενίσας αυτώ και ιδών ότι πίστιν έχει του σωθήναι 10είπε μεγάλη τη φωνή ανάστηθι επί τους πόδας σου ορθός και ήλλετο και περιεπάτει

The Lycaonians Deify Paul and Barnabas

11οι δε όχλοι ιδόντες ο εποίησεν ο Παύλος επήραν την φωνήν αυτών Λυκαονιστί λέγοντες οι θεοί ομοιωθέντες ανθρώποις κατέβησαν προς ημάς 12εκάλουν τε τον μεν Βαρνάβαν Δία τον δε Παύλον Ερμήν επειδή αυτός ην ο ηγούμενος του λόγου 13ο δε ιερεύς του Διός του όντος προ της πόλεως αυτών ταύρους και στέμματα επί τους πυλώνας ενέγκας συν τοις όχλοις ήθελε θύειν 14ακούσαντες δε οι απόστολοι Βαρνάβας και Παύλος διαρρήξαντες τα ιμάτια αυτών εισεπήδησαν εις τον όχλον κράζοντες 15και λέγοντες άνδρες τι ταύτα ποιείτε και ημείς ομοιοπαθείς εσμεν υμίν άνθρωποι ευαγγελιζόμενοι υμάς από τούτων των ματαίων επιστρέφειν επί τον θεόν τον ζώντα ος εποίησε τον ουρανόν και την γην και την θάλασσαν και πάντα τα εν αυτοίς 16ος εν ταις παρωχημέναις γενεαίς είασε πάντα τα έθνη πορεύεσθαι ταις οδοίς αυτών 17καίτοιγε ουκ αμάρτυρον εαυτόν αφήκεν αγαθοποιών ουρανόθεν υμίν υετούς δίδους και καιρούς καρποφόρους εμπιπλών τροφής και ευφροσύνης τας καρδίας ημών 18και ταύτα λέγοντες μόλις κατέπαυσαν τους όχλους του μη θύειν αυτοίς

Paul Stoned

19επήλθον δε από Αντιοχείας και Ικονίου Ιουδαίοι και πείσαντες τους όχλους και λιθάσαντες τον Παύλον έσυραν έξω της πόλεως νομίσαντες αυτόν τεθνάναι 20κυκλωσάντων δε αυτόν των μαθητών αναστάς εισήλθεν εις την πόλιν και τη επαύριον εξήλθε συν τω Βαρνάβα εις Δέρβην 21ευαγγελισάμενοί τε την πόλιν εκείνην και μαθητεύσαντες ικανούς υπέστρεψαν εις την Λύστραν και Ικόνιον και Αντιόχειαν 22επιστηρίζοντες τας ψυχάς των μαθητών παρακαλούντες εμμένειν τη πίστει και ότι διά πολλών θλίψεων δει ημάς εισελθείν εις την βασιλείαν του θεού

Elders Appointed in Every Assembly

23χειροτονήσαντες δε αυτοίς πρεσβυτέρους κατ΄ εκκλησίαν προσευξάμενοι μετά νηστειών παρέθεντο αυτούς τω κυρίω εις ον πεπιστεύκεισαν 24και διελθόντες την Πισιδίαν ήλθον εις Παμφυλίαν 25και λαλήσαντες εν Πέργη τον λόγον κατέβησαν εις Αττάλειαν 26κακείθεν απέπλευσαν εις Αντιόχειαν όθεν ήσαν παραδεδομένοι τη χάριτι του θεού εις το έργον ο επλήρωσαν 27παραγενόμενοι δε και συναγαγόντες την εκκλησίαν ανήγγειλαν όσα εποίησεν ο θεός μετ΄ αυτών και ότι ήνοιξε τοις έθνεσι θύραν πίστεως 28διέτριβον δε εκεί χρόνον ουκ ολίγον συν τοις μαθηταίς
Copyright information for ABPGRK