Amos 2

CHAPTER 2

The Word against Moab

1τάδε λέγει κύριος επί ταις τρισίν ασεβείαις Μωάβ και επί τέσσαρσιν ουκ αποστραφήσομαι αυτόν ανθ΄ ων κατέκαυσαν τα οστά βασιλέως Ιδουμαίας εις κονίαν 2και εξαποστελώ πυρ επί Μωάβ και καταφάγεται τα θεμέλια των πόλεων και αποθανείται εν αδυναμία Μωάβ μετά φωνής και μετά κραυγής σάλπιγγος 3και εξολοθρεύσω κριτήν εξ αυτής και πάντας τους άρχοντας αυτής αποκτενώ μετ΄ αυτού λέγει κύριος

The Word against Judah

4τάδε λέγει κύριος επί ταις τρισίν ασεβείαις των υιών Ιούδα και επί ταις τέσσαρσιν ουκ αποστραφήσομαι αυτόν ένεκεν του απώσασθαι αυτούς τον νόμον κυρίου και τα προστάγματα αυτού ουκ εφυλάξαντο και επλάνησαν αυτούς τα μάταια αυτών α εποίησαν οις εξηκολούθησαν οι πατέρες αυτών οπίσω αυτών 5και εξαποστελώ πυρ επί Ιούδαν και καταφάγεται τα θεμέλια Ιερουσαλήμ

The Word against Israel

6τάδε λέγει κύριος επί ταις τρισίν ασεβείαις Ισραήλ και επί ταις τέσσαρσιν ουκ αποστραφήσομαι ανθ΄ ων απέδοντο αργυρίου δίκαιον και πένητα αντί υποδημάτων 7καταπατούντα επί τον χουν της γης και εκονδύλιζον εις κεφαλήν πτωχόν και οδόν ταπεινών εξέκλιναν και υιός και πατήρ αυτού εισεπορεύοντο προς την αυτήν παιδίσκην όπως βεβηλώσωσι το όνομα του θεού αυτών 8και τα ιμάτια αυτών δεσμεύοντες σχοινίοις παραπετάσματα εποίουν εχόμενα του θυσιαστηρίου και οίνον εκ συκοφαντιών έπινον εν τω οίκω του θεού αυτών 9εγώ δε ήρα τον Αμορραίον εκ προσώπου αυτών καθώς ύψος κέδρου το ύψος αυτού και ισχυρός ην ως δρυς και εξήρα τον καρπόν αυτού επάνωθεν και τας ρίζας αυτού υποκάτωθεν 10και εγώ ανήγαγον υμάς εκ γης Αιγύπτου και περιήγαγον υμάς εν τη ερήμω τεσσαράκοντα έτη του κατακληρονομήσαι την γην των Αμορραίων 11και έλαβον εκ των υιών υμών εις προφήτας και εκ των νεανίσκων υμών εις αγιασμόν μη ουκ έστι ταύτα υιοί Ισραήλ λέγει κύριος 12υμείς δε εποτίζετε τους ηγιασμένους οίνον και τοις προφήταις ενετέλλεσθε λέγοντες ου μη προφητεύσητε 13διά τούτο ιδού εγώ κυλίω υποκάτω υμών ον τρόπον κυλίεται η άμαξα η γέμουσα καλάμης 14και απολείται φυγή εκ δρομέως και ο κραταιός ου μη κρατήση της ισχύος αυτού και ο μαχήτης ου μη σώση την ψυχήν αυτού 15και ο τοξότης ου μη υποστή και ο οξύς τοις ποσίν αυτού ου μη διασωθή και ο ιππεύς ου μη σώση την ψυχήν αυτού 16και ο κραταιός ου μη ευρήσει η καρδία αυτού εν δυναστείαις ο γυμνός διώξεται εν εκείνη τη ημέρα λέγει κύριος
Copyright information for ABPGRK