Amos 3

CHAPTER 3

The LORD's Vengeance against Israel

ακούσατε τον λόγον τούτον ον ελάλησε κύριος εφ΄ υμάς οίκος του Ισραήλ και κατά πάσης φυλής ης ανήγαγον εκ γης Αιγύπτου λέγων πλην υμάς έγνων εκ πασών των φυλών της γης διά τούτο εκδικήσω εφ΄ υμάς πάσας τας αμαρτίας υμών ει πορεύσονται δύο επιτοαυτό καθόλου εάν μη γνωρίσωσιν εαυτούς ει ερεύξεται λέων εκ του δρυμού αυτού θηραν ουκ εχων ει δώσει σκύμνος φωνήν αυτού εκ της μάνδρας αυτού καθόλου εάν μη αρπάση τι ει πεσείται όρνεον επί την γην άνευ ιξευτού ει σχασθήσεται παγίς επί της γης άνευ του συλλαβείν τι ει φωνήσει σάλπιγξ εν πόλει και λαός ου πτοηθήσεται ει έσται κακία εν πόλει ην κύριος ουκ εποίησε διότι ου μη ποιήση κύριος ο θεός πράγμα εάν μη αποκαλύψη παιδείαν προς τους δούλους αυτού τους προφήτας λέων ερεύξεται και τις ου φοβηθήσεται κύριος ο θεός ελάλησε και τις ου προφητεύσει αναγγείλατε χώραις εν Ασσυρίοις και επί τας χώρας εν γη Αιγύπτου και είπατε συνάχθητε επί το όρος Σαμαρείας και ίδετε θαυμαστά πολλά εν μέσω αυτής και καταδυναστείαν εν αυτή 10 και ουκ έγνω α έσται εναντίον αυτής λέγει κύριος οι θησαυρίζοντες αδικίαν και ταλαιπωρίαν εν ταις χώραις αυτών 11 διά τούτο τάδε λέγει κύριος ο θεός Τύρος και κυκλόθεν η γη σου ερημωθήσεται και κατάξει εκ σου την ισχύν σου και διαρπαγήσονται αι χώραί σου 12 τάδε λέγει κύριος ον τρόπον εκσπάση ο ποιμήν εκ του στόματος του λέοντος δύο σκέλη η λοβόν ωτίου ούτως εκσπασθήσονται οι υιοί Ισραήλ οι κατοικούντες εν Σαμαρεία κατέναντι φυλής και εν Δαμασκώ 13 ιερείς ακούσατε και επιμαρτύρασθε τω οίκω Ιακώβ λέγει κύριος ο θεός ο παντοκράτωρ 14 διότι εν τη ημέρα όταν εκδικήσω ασεβείας του Ισραήλ επ΄ αυτόν και εκδικήσω επί τα θυσιαστήρια Βαιθήλ και κατασκαφήσεται τα κέρατα του θυσιαστηρίου και πεσούνται επί την γην 15 συγχεώ και πατάξω τον οίκον τον περίπτερον επί τον οίκον τον θερινόν και απολούνται οίκοι ελεφάντινοι και προστεθήσονται οίκοι έτεροι πολλοί λέγει κύριος
Copyright information for ABPGRK