Amos 4

CHAPTER 4

Israel Multiplies Iniquities

ακούσατε τον λόγον τούτον δαμάλεις της Βασάν αι εν τω όρει Σαμαρείας αι καταδυναστεύουσαι πτωχούς και καταπατούσαι πένητας αι λέγουσαι τοις κυρίοις αυτών επίδοτε ημίν όπως πίωμεν ομνύει κύριος κατά των αγίων αυτού διότι ιδού ημέραι έρχονται εφ΄ υμάς και λήψονται υμάς εν όπλοις και τους μεθ΄ υμών εις λέβητας υποκαιομένους εμβαλούσιν έμπυροι λοιμοί και εξενεχθήσεσθε γυμνοί κατέναντι αλλήλων και απορριφήσεσθε εις το όρος το Ρενμάν λέγει κύριος εισήλθετε εις Βαιθήλ και ησεβήσατε και εις Γαλγαλά επληθύνατε του ασεβήσαι και ηνέγκατε εις τοπρωϊ θυσίας υμών εις την τριημερίαν τα επιδέκατα υμών και ανέγνωσαν έξω νόμον και επεκαλέσαντο ομολογίας αναγγείλατε ότι ταύτα ηγάπησαν οι υιοί Ισραήλ λέγει κύριος και εγώ δώσω υμίν γομφιασμόν οδόντων εν πάσαις ταις πόλεσιν υμών και ένδειαν άρτων εν πάσι τοις τόποις υμών και ουκ επεστρέψατε προς με λέγει κύριος και ανέσχον εξ υμών τον υετόν προ τριών μηνών του τρυγητού και βρέξω επί πόλιν μίαν επί δε πόλιν μίαν ου βρέξω μερίς μία βραχήσεται και μερίς εφ΄ ην ου βρέξω ξηρανθήσεται και συναθροισθήσονται δύο και τρεις πόλεις εις πόλιν μίαν του πιείν ύδωρ και ου μη εμπλησθώσι και ουκ επεστρέψατε προς με λέγει κύριος

The LORD Strikes Israel

επάταξα υμάς εν πυρώσει και εν ικτέρω επληθύνατε κήπους υμών αμπελώνας υμών και συκώνας υμών και ελαιώνας υμών κατέφαγεν η κάμπη και ουδ΄ ούτως επεστρέψατε προς με λέγει κύριος 10 εξαπέστειλα εις υμάς θάνατον εν οδώ Αιγύπτου απέκτεινα εν ρομφαία τους νεανίσκους υμών μετά αιχμαλωσίας ίππων υμών και ανήγαγον εν πυρί τας παρεμβολάς υμών εν τη οργή υμών και ουδ΄ ούτως επεστρέψατε προς με λέγει κύριος 11 κατέστρεψα υμάς καθώς κατέστρεψεν ο θεός Σόδομα και Γόμορρα και εγένεσθε ως δαλός εξεσπασμένος από καύσεως και ουδ΄ ούτως επεστρέψατε προς με λέγει κύριος 12 διά τούτο ούτως ποιήσω σοι Ισραήλ πλην ότι ούτως ποιήσω σοι ετοιμάζου του επικαλείσθαι τον θεόν σου Ισραήλ 13 διότι ιδού στερεών βροντήν και κτίζων πνεύμα και απαγγέλλων εις ανθρώπους τον χρηστόν αυτού ποιών όρθρον και ομίχλην και επιβαίνων επί τα ύψη της γης κύριος ο θεός ο παντοκράτωρ όνομα αυτώ
Copyright information for ABPGRK