Amos 5

CHAPTER 5

Israel is Diminished

1ακούσατε τον λόγον κυρίου ον εγώ λαμβάνω εφ΄ υμάς θρήνον οίκος του Ισραήλ έπεσεν ουκέτι μη προσθήσει του αναστήναι 2παρθένος Ισραήλ έσφαλεν επί της γης αυτού ουκ έστιν ο ανιστών αυτήν 3διότι τάδε λέγει κύριος ο θεός η πόλις εξ ης εξεπορεύοντο χίλιοι υπολειφθήσονται εκατόν και εξ ης εξεπορεύοντο εκατόν υπολειφθήσονται δέκα τω οίκω Ισραήλ

A Plea for Repentance

4διότι τάδε λέγει κύριος προς τον οίκον του Ισραήλ εκζητήσατε με και ζήσεσθε 5και μη εκζητείτε Βαιθήλ και εις Γαλγαλά μη εισπορεύεσθε και επί το φρεαρ του όρκου μη διαβαίνετε ότι Γαλγαλά αιχμαλωτευομένη αιχμαλωτευθήσεται και Βαιθήλ έσται ως ουχ υπάρχουσα 6εκζητήσατε τον κύριον και ζήσατε όπως μη αναλάμψη ως πυρ ο οίκος Ιωσήφ και καταφάγη αυτόν και ουκ έσται ο σβέσων τω οίκω Ισραήλ 7ο ποιών εις ύψος κρίμα και δικαιοσύνην εις γην έθηκεν 8ο ποιών πάντα και μετασκευάζων και εκτρέπων εις τοπρωϊ σκιάν και ημέραν εις νύκτα συσκοτάζων ο προσκαλούμενος το ύδωρ της θαλάσσης και εκχέων αυτό επί πρόσωπον της γης κύριος ο θεός παντοκράτωρ όνομα αυτώ 9ο διαιρών συντριμμόν επί ισχύν και ταλαιπωρίαν επί οχύρωμα επάγων 10εμίσησαν εν πύλαις ελέγχοντα και λόγον όσιον εβδελύξαντο 11διά τούτο ανθ΄ ων κατεκονδύλιζεν πτωχούς και δώρα εκλεκτά εδέξασθε παρ΄ αυτών οίκους ξυστούς ωκοδομήσατε και ου μη κατοικήσητε εν αυτοίς αμπελώνας επιθυμητούς εφυτεύσατε και ου μη πίητε τον οίνον αυτών 12ότι έγνων πολλάς ασεβείας υμών και ισχυραί αι αμαρτίαι υμών καταπατούντες δίκαιον λαμβάνοντες αλλάγματα και πένητας εν πύλαις εκκλίνοντες 13διά τούτο ο συνιών εν καιρώ εκείνω σιωπήσεται ότι καιρός πονηρός εστιν 14εκζητήσατε το καλόν και μη το πονηρόν όπως ζήσητε και έσται ούτως κύριος ο θεός ο παντοκράτωρ μεθ΄ υμών ον τρόπον είπατε 15μεμισήκαμεν τα πονηρά και ηγαπήσαμεν τα καλά και αποκαταστήσατε εν πύλαις κρίμα όπως ελεήση κύριος ο θεός ο παντοκράτωρ τους περιλοίπους Ιωσήφ 16διά τούτο τάδε λέγει κύριος ο θεός ο παντοκράτωρ εν πάσαις πλατείαις κοπετός και εν πάσαις οδοίς ρηθήσεται ουαί ουαί κληθήσεται γεωργός εις πένθος και εις κοπετόν και εις ειδότας θρήνον 17και εν πάσαις οδοίς κοπετός διότι ελεύσομαι διά μέσου σου είπε κύριος

The Day of The LORD

18ουαί οι επιθυμούντες την ημέραν κυρίου ινατί αύτη ημίν η ημέρα του κυρίου και αυτή εστί σκότος και ου φως 19ον τρόπον εάν φυγη άνθρωπος εκ προσώπου λέοντος και εμπέση αυτώ άρκος και εισπηδήση εις τον οίκον και απερείσηται τας χείρας αυτού επί τον τοίχον και δάκη αυτόν όφις 20ουχί σκότος η ημέρα του κυρίου και ου φως και γνόφος ουκ έχων φέγγος αύτη 21μεμίσηκα απώσμαι εορτάς υμών και ου μη οσφρανθώ εν ταις πανηγύρεσιν υμών 22διότι εάν ενέγκητέ μοι ολοκαυτώματα και θυσίας υμών ου προσδέξομαι και σωτηρίου επιφανείας υμών ουκ επιβλέψομαι 23μετάστησον απ΄ εμού ήχον ωδών σου και ψαλμόν οργάνων σου ουκ ακούσομαι 24και κυλισθήσεται ως ύδωρ κρίμα και δικαιοσύνη ως χειμάρρους άβατος 25μη σφάγια και θυσίας προσηνέγκατέ μοι οίκος Ισραήλ τεσσαράκοντα έτη εν τη ερήμω 26και ανελάβετε την σκηνήν του Μολόχ και το άστρον του θεού υμών Ραιφάν τους τύπους αυτών ους εποιήσατε εαυτοίς 27και μετοικιώ υμάς επέκεινα Δαμασκού λέγει κύριος ο θεός παντοκράτωρ όνομα αυτώ
Copyright information for ABPGRK