Amos 7

CHAPTER 7

Locust, Fire, and Adamant

ούτως έδειξέ μοι κύριος ο θεός και ιδού επιγονή ακρίδων ερχομένη εωθινή και ιδού βρούχος εις Γωγ ο βασιλεύς και έσται εάν συντελέση του καταφαγείν τον χόρτον της γης και είπα κύριε ίλεως γενού τις αναστήσει τον Ιακώβ ότι ολιγοστός εστι μετανόησον κύριε επί τούτω και τούτο ουκ έσται λέγει κύριος ούτως έδειξέ μοι κύριος και ιδού εκάλεσε την δίκην εν πυρί κύριος και κατέφαγε την άβυσσον την πολλήν και κατέφαγε την μερίδα και είπα κύριε ο θεός κόπασον δη τις αναστήσει τον Ιακώβ ότι ολιγοστός εστι μετανόησον κύριε επί τούτω και τούτο ου μη γένηται λέγει κύριος ούτως έδειξέ μοι κύριος και ιδού κυριός εστηκώς επί τείχους αδαμαντίνου και εν τη χειρί αυτού αδάμας και είπε κύριος προς με τι συ οράς Αμώς και είπα αδάμαντα και είπε κύριος προς με ιδού εγώ εντάσσω αδάμαντα εν μέσω λαού μου Ισραήλ ουκ έτι μη προσθώ του παρελθείν αυτόν και αφανισθήσονται βωμοί του γέλωτος και αι τελεταί του Ισραήλ ερημωθήσονται και αναστήσομαι επί τον οίκον Ιεροβοάμ εν ρομφαία 10 και εξαπέστειλεν Αμασίας ο ιερεύς Βαιθήλ προς Ιεροβοάμ βασιλέα Ισραήλ λέγων συστροφάς ποιείται κατά σου Αμώς εν μέσω του οίκου Ισραήλ ου μη δύνηται η γη υπενέγκαι πάντας τους λόγους αυτού 11 διότι τάδε λέγει Αμώς εν ρομφαία τελευτήσει Ιεροβοάμ ο δε Ισραήλ αιχμάλωτος αχθήσεται από της γης αυτού 12 και είπεν Αμασίας προς Αμώς ο ορών βάδιζε εκχώρησον συ εις γην Ιούδα και εκεί καταβίου και εκεί προφητεύσεις 13 εις δε Βαιθήλ ουκ έτι προσθήσεις του προφητεύσαι ότι αγίασμα βασιλέως εστί και οίκος βασιλείας εστί 14 και απεκρίθη Αμώς και είπε προς Αμασίαν ουκ ήμην προφήτης ουδέ υιός προφήτου αλλά αιπόλος ήμην κνίζων συκάμινα 15 και ανέλαβέ με κύριος εκ των προβάτων και είπε κύριος προς με βάδιζε και προφήτευσον επί τον λαόν μου Ισραήλ 16 και νυν άκουε λόγον κυρίου συ λέγεις μη προφήτευε επί τον Ισραήλ και ου μη οχλαγωγήσης επί τον οίκον Ιακώβ 17 διά τούτο τάδε λέγει κύριος η γυνή σου εν τη πόλει πορνεύσει και υιοί σου και αι θυγατέρες σου εν ρομφαία πεσούνται και η γη σου εν σχοινίω καταμετρηθήσεται και συ εν γη ακαθάρτω τελευτήσεις ο δε Ισραήλ αιχμάλωτος αχθήσεται από της γης αυτού
Copyright information for ABPGRK