Colossians 3

CHAPTER 3

Seek Heavenly Things

1ει ουν συνηγέρθητε τω χριστώ τα άνω ζητείτε ου ο χριστός εστιν εν δεξιά του θεού καθήμενος 2τα άνω φρονείτε μη τα επί της γης 3απεθάνετε γαρ και η ζωή υμών κέκρυπται συν τω χριστώ εν τω θεώ 4όταν ο χριστός φανερωθή η ζωή ημών τότε και υμείς συν αυτώ φανερωθήσεσθε εν δόξη 5νεκρώσατε ουν τα μέλη υμών τα επί της γης πορνείαν ακαθαρσίαν πάθος επιθυμίαν κακήν και την πλεονεξίαν ήτις εστίν ειδωλολατρεία 6δι΄ α έρχεται η οργή του θεού επί τους υιούς της απειθείας 7εν οις και υμείς περιεπατήσατέ ποτε ότε εζήτε εν αυτοίς 8νυνί δε απόθεσθε και υμείς τα πάντα οργήν θυμόν κακίαν βλασφημίαν αισχρολογίαν εκ του στόματος υμών 9μη ψεύδεσθε εις αλλήλους απεκδυσάμενοι τον παλαιόν άνθρωπον συν ταις πράξεσιν αυτου 10και ενδυσάμενοι τον νέον τον ανακαινούμενον εις επίγνωσιν κατ΄ εικόνα του κτίσαντος αυτόν 11όπου ουκ ένι Έλλην και Ιουδαίος περιτομή και ακροβυστία βάρβαρος Σκύθης δούλος ελεύθερος αλλά τα πάντα και εν πάσι χριστός 12ενδύσασθε ουν ως εκλεκτοί του θεού άγιοι και ηγαπημένοι σπλάγχνα οικτιρμού χρηστότητα ταπεινοφροσύνην πραότητα μακροθυμίαν 13ανεχόμενοι αλλήλων και χαριζόμενοι εαυτοίς εάν τις προς τινα έχη μομφήν καθώς και ο χριστός εχαρίσατο υμίν ούτω και υμείς 14επί πάσι δε τούτοις την αγάπην ήτις εστί σύνδεσμος της τελειότητος 15και η ειρήνη του θεού βραβευέτω εν ταις καρδίαις υμών εις ην και εκλήθητε εν ενί σώματι και ευχάριστοι γίνεσθε 16ο λόγος του χριστού ενοικείτω εν υμίν πλουσίως εν πάση σοφία διδάσκοντες και νουθετούντες εαυτούς ψαλμοίς και ύμνοις και ωδαίς πνευματικαίς εν χάριτι άδοντες εν τη καρδία υμών τω κυρίω 17και παν ο αν ποιήτε εν λόγω η εν έργω πάντα εν ονόματι κυρίου Ιησού ευχαριστούντες τω θεώ και πατρί δι΄ αυτού

Concerning Submission

18αι γυναίκες υποτάσσεσθε τοις ιδίοις ανδράσιν ως ανήκεν εν κυρίω 19οι άνδρες αγαπάτε τας γυναίκας και μη πικραίνεσθε προς αυτάς 20τα τέκνα υπακούετε τοις γονεύσι κατά πάντα τούτο γαρ εστιν ευάρεστον τω κυρίω 21οι πατέρες μη ερεθίζετε τα τέκνα υμών ίνα μη αθυμώσιν 22οι δούλοι υπακούετε κατά πάντα τοις κατά σάρκα κυρίοις μη εν οφθαλμοδουλείαις ως ανθρωπάρεσκοι αλλ΄ εν απλότητι καρδίας φοβούμενοι τον θεόν 23και παν ο τι εάν ποιήτε εκ ψυχής εργάζεσθε ως τω κυρίω και ουκ ανθρώποις 24ειδότες ότι από κυρίου απολήψεσθε την ανταπόδοσιν της κληρονομίας τω γαρ κυρίω χριστώ δουλεύετε 25ο δε αδικών κομιείται ο ηδίκησε και ουκ έστι προσωποληψία
Copyright information for ABPGRK