Daniel 9

CHAPTER 9

The Prayer of Daniel

εν τω πρώτω έτει Δαρείου του υιόυ Ασσουήρου από του σπέρματος των Μήδων ος εβασίλευσεν επί την βασιλείαν Χαλδαίων εν έτει ενί της βασιλείας αυτού εγώ Δανιήλ συνήκα εν ταις βίβλοις τον αριθμόν των ετών ος εγενήθη λόγος κυρίου προς Ιερεμίαν τον προφήτην εις συμπλήρωσιν της ερημώσεως Ιερουσαλήμ εβδομήκοντα έτη και έδωκα το πρόσωπόν μου προς κύριον τον θεόν του εκζητήσαι προσευχήν και δέησιν εν νηστείαις και σάκκω και σποδώ και προσευξάμην προς κύριον τον θεόν μου και εξομολογησάμην και είπα κύριε ο θεός ο μέγας και θαυμαστός ο φυλάσσων την διαθήκην σου και το έλεος τοις αγαπώσί σε και τοις φυλάσσουσι τας εντολάς σου ημάρτομεν ηδικήσαμεν ησεβήσαμεν και απέστημεν και εξεκλίναμεν από των εντολών σου και από των κριμάτων σου και ουκ εισηκούσαμεν των δούλων σου των προφητών οι ελάλουν εν τω ονόματί σου προς τους βασιλείς ημών και άρχοντας ημών και πατέρας ημών και προς πάντα τον λαόν της γης σοι κύριε η δικαιοσύνη και ημίν η αισχύνη του προσώπου ως η ημέρα αύτη ανδρί Ιούδα και τοις ενοικούσιν Ιερουσαλήμ και παντί Ισραήλ τοις εγγύς και τοις μακράν εν πάση τη γη ου διέσπειρας αυτούς εκεί αν αθεσία αυτών η ηθέτησαν εν σοι κύριε ημίν η αισχύνη του προσώπου και τοις βασιλεύσιν ημών και τοις άρχουσιν ημών και τοις πατράσιν ημών οίτινες ημάρτομέν σοι κυρίω θεώ ημών οι οικτιρμοί και οι ιλασμοί ότι απέστημεν από κυρίου 10 και ουκ εισηκούσαμεν της φωνής κυρίου του θεού ημών πορεύεσθαι εν τοις νόμοις αυτού οις έδωκε κατά πρόσωπον ημών εν χερσί των δούλων αυτού των προφητών 11 και πας Ισραήλ παρέβησαν τον νόμον σου και εξέκλιναν του μη ακούσαι της φωνής σου και επήλθεν εφ΄ ημάς η κατάρα και ο όρκος ο γεγραμμένος εν νόμω Μωυσέως δούλου του θεού ότι ημάρτομεν αυτώ 12 και έστησε τους λόγους αυτού ους ελάλησεν εφ΄ ημάς και επί τους κριτάς ημών οι έκριναν ημάς επάγαγειν εφ΄ ημάς κακά μεγάλα οία ου γέγονεν υποκάτω παντός του ουρανού κατά τα γενόμενα εν Ιερουσαλήμ 13 καθώς γέγραπται εν τω νόμω Μωυσή πάντα τα κακά ταύτα ήλθεν εφ΄ ημάς και ουκ εδεήθημεν του προσώπου κυρίου του θεού ημών αποστρέψαι από των αδικιών ημών και του συνιέναι εν πάση αληθεία 14 και εγρηγόρησε κύριος ο θεός ημών επί την κακίαν και επήγαγεν αυτά εφ΄ ημάς ότι δίκαιος κύριος ο θεός ημών επί πάσαν την ποίησιν αυτού ην εποίησε και ουκ εισηκούσαμεν της φωνής αυτού 15 και νυν κύριε ο θεός ημών ος εξήγαγες τον λαόν σου εκ γης Αιγύπτου εν χειρί κραταιά και εποίησας σεαυτώ όνομα ως η ημέρα αύτη ημάρτομεν ηνομήσαμεν ηδικήσαμεν 16 κύριε εν πάση ελεημοσύνη σου αποστραφήτω δη ο θυμός σου και η οργή σου από της πόλεως σου Ιερουσαλήμ όρους αγίου σου ότι ημάρτομεν εν ταις αδικίαις ημών και των πατέρων ημών Ιερουσαλήμ και ο λαός σου εις ονειδισμόν εγένετο εν πάσι τοις περικύκλω ημών

Daniel Pleads for God's Mercy

17 και νυν εισάκουσον κύριε ο θεός ημών της προσευχής του δούλου σου και των δεήσεων αυτού και επίφανον το πρόσωπόν σου επί το αγίασμά σου το έρημον ένεκέν σου κύριε 18 κλίνον ο θεός μου το ους σου και άκουσον άνοιξον τους οφθαλμούς σου και ίδε τον αφανισμόν ημών και της πόλεώς σου εφ΄ ης επικέκληται το όνομά σου επ΄ αυτής ότι ουκ επί ταις δικαιοσύναις ημών ημείς ριπτούμεν τον οικτιρμόν ημών ενώπιόν σου αλλ΄ επί τους οικτιρμούς σου τους πολλούς κύριε 19 εισάκουσον κύριε ιλάσθητι κύριε πρόσχες κύριε ποίησον και μη χρονίσης ένεκεν σου κύριος ο θεός μου ότι το όνομά σου επικέκληται επί την πόλιν σου και επί τον λαόν σου 20 και έτι μου λαλούντος και προσευχομένου και εξαγορεύοντος τας αμαρτίας μου και τας αμαρτίας του λαού μου Ισραήλ και ριπτούντος τον έλεόν μου εναντίον κυρίου του θεού μου περί του όρους του αγίου του θεού μου 21 και έτι μου λαλούντος εν τη προσευχή και ιδού ανήρ Γαβριήλ ον είδον εν τη οράσει εν τη αρχή πετόμενος και ήψατό μου ωσεί ώραν θυσίας εσπερινής 22 και συνέτισέ με και ελάλησε μετ΄ εμού και είπε Δανιήλ νυν εξήλθον συμβιβάσαι σε σύνεσιν

The Seventy Periods of Seven

23 εν αρχή της δεήσεώς σου εξήλθεν ο λόγος και εγώ ήλθον του αναγγείλαί σοι ότι ανήρ επιθυμιών ει συ και εννοήθητι εν τω ρήματι και σύνες εν τη οπτασία 24 εβδομήκοντα εβδομάδες συνετμήθησαν επί τον λαόν σου και επί την πόλιν την αγίαν του συντελεσθήναι αμαρτίαν και του σφραγίσαι αμαρτίας και απαλείψαι τας ανομίαις και του εξιλάσασθαι αδικίας και του αγαγείν δικαιοσύνην αιώνιον και του σφραγίσαι όρασιν και προφητείαν και του χρίσαι άγιον αγίων 25 και γνώση και συνήσεις από εξόδου λόγου του αποκριθήναι και του οικοδομήσαι Ιερουσαλήμ έως χριστού ηγουμένου εβδομάδες επτά και εβδομάδες εξηκονταδύο πάλιν οικοδομηθήσεται πλατεία και τείχος εν στενοχωρία των χρόνων 26 και μετά τας εβδομάδας τας εξηκονταδύο εξολοθρευθήσεται χρίσμα και κρίμα ουκ έστιν εν αυτώ την δε πόλιν και το άγιον διαφθερεί συν τω ηγουμένω τω ερχομένω και εκκοπήσονται ως εν κατακλυσμώ και έως τέλους πολέμου συντετμημένου τάξει αφανισμοίς 27 και δυναμώσει διαθήκην πολλοίς εβδομάς μία και εν τω ημίσει της εβδομάδος αρθήσεται θυσία και σπονδή και επί το ιερόν βδέλυγμα των ερημώσεων έσται και έως της συντελείας καιρού συντέλεια δοθήσεται επί την ερήμωσιν
Copyright information for ABPGRK