Deuteronomy 1

CHAPTER 1

Moses Speaks to the Israelites

ούτοι οι λόγοι ους ελάλησε Μωυσής παντί Ισραήλ πέραν του Ιορδάνου εν τη ερήμω προς δυσμάς πλησίον της ερυθράς θαλάσσης αναμέσον Φαράν Τοφόλ και Λοβόν και αυλων και καταχρύσεα ένδεκα ημερών εκ Χωρήβ οδός επ΄ όρος Σηείρ έως Κάδης Βαρνή και εγενήθη εν τω τεσσαρακοστώ έτει εν τω ενδεκάτω μηνί μία του μηνός ελάλησε Μωυσής προς πάντας υιούς Ισραήλ κατά πάντα όσα ενετείλατο κύριος αυτώ προς αυτούς μετά το πατάξαι Σηών βασιλέα Αμορραίων τον κατοικήσαντα εν Εσεβών και τον Ωγ βασιλέα της Βασάν τον κατοικήσαντα εν Ασταρώθ και εν Εδραϊν εν τω πέραν του Ιορδάνου εν γη Μωάβ ήρξατο Μωυσής διασαφήσαι τον νόμον τούτον λέγων κύριος ο θεός ημών ελάλησεν ημίν εν Χωρήβ λέγων ικανούσθω υμίν κατοικείν εν τω όρει τούτω επιστράφητε και απάρατε υμείς και εισπορεύεσθε εις όρος Αμορραίων και προς πάντας τους περιοίκους αραβά εις όρος και πεδίον και προς λίβα και παραλίαν γην Χαναναίων και Αντιλίβανον έως του ποταμού του μεγαλού Ευφράτου ίδετε παραδέδωκα ενώπιον υμών την γην εισπορευθέντες κληρονομήσατε την γην ην ώμοσα τοις πατράσιν υμών τω Αβραάμ και Ισαάκ και Ιακώβ δούναι αυτοίς και τω σπέρματι αυτών μετ΄ αυτούς και είπα προς υμάς εν τω καιρώ εκείνω λέγων ου δυνήσομαι μόνος φέρειν υμάς 10 κύριος ο θεός υμών επλήθυνεν υμάς και ιδού εστέ σήμερον ωσεί τα άστρα του ουρανού τω πλήθει 11 κύριος ο θεός των πατέρων υμών προσθείη υμίν ως εστέ χιλιοπλασίως και ευλογήσαι υμάς καθότι ελάλησεν υμίν 12 πως δυνήσομαι μόνος φέρειν τον κόπον υμών και την υπόστασιν υμών και τας αντιλογίας υμών

Moses Appoints Leaders

13 δότε εαυτοίς άνδρας σοφούς και επιστήμονας και συνετούς εις τας φυλάς υμών και καταστήσω αυτούς εφ΄ υμάς ηγουμένους υμών 14 και απεκρίθητέ μοι και είπατε καλόν το ρήμα ο ελάλησας ποιήσαι 15 και έλαβον εξ υμών άνδρας σοφούς και επιστήμονας και συνετούς εις τας φυλάς υμών και κατέστησα αυτούς ηγείσθαι εφ΄ υμών χιλιάρχους και εκατοντάρχους και πεντηκοντάρχους και δεκάρχους και γραμματοεισαγωγείς τοις κριταίς υμών 16 και ενετειλάμην τοις κριταίς υμών εν τω καιρώ εκείνω λέγων διακούετε αναμέσον των αδελφών υμών και κρίνατε δικαιώς αναμέσον ανδρός και αναμέσον αδελφού αυτού και αναμέσον προσηλύτου αυτού 17 ουκ επιγνώσεσθε πρόσωπον εν κρίσει κατά τον μικρόν και κατά τον μέγαν κρινείς ου μη υποστείλη πρόσωπον ανθρώπου ότι η κρίσις του θεού εστί και το ρήμα ο εάν σκληρόν η αφ΄ υμών ανοίσετε αυτό επ΄ εμέ και ακούσομαι αυτό 18 και ενετειλάμην υμίν εν τω καιρώ εκείνω πάντας τους λόγους ους ποιήσετε 19 και απάραντες εκ Χωρήβ επορεύθημεν πάσαν την έρημον την μεγάλην και την φοβεράν εκείνην ην είδετε οδόν όρους του Αμορραίου καθότι ενετείλατο κύριος ο θεός ημών ημίν και ήλθομεν έως Κάδης Βαρνή 20 και είπα προς υμάς ήλθατε έως του όρους του Αμορραίου ο κύριος ο θεός ημών δίδωσιν υμίν 21 ίδετε παραδέδωκεν ημίν κύριος ο θεός υμών προ προσώπου υμών την γην αναβάντες κληρονομείτε ον τρόπον είπε κύριος ο θεός των πατέρων υμών υμίν μη φοβήσθε μηδέ δειλιάσητε 22 και προσήλθατέ μοι πάντες υμεις και είπατε αποστείλωμεν άνδρας προτέρους ημών και εφοδευσάτωσαν ημίν την γην και αναγγειλάτωσαν ημίν απόκρισιν την οδόν δι΄ ης αναβησόμεθα εν αυτή και τας πόλεις εις ας εισπορευσόμεθα εις αυτάς 23 και ήρεσεν εναντίον εμου το ρήμα και έλαβον εξ υμών δώδεκα άνδρας άνδρα ένα κατά φυλήν 24 και επιστραφέντες ανέβησαν εις το όρος και ήλθον έως φάραγγος βότρυος και κατεσκόπευσαν αυτήν 25 και έλαβον εν ταις χερσίν αυτών από του καρπού της γης και κατήνεγκαν προς υμάς και έλεγον αγαθή η γη ην κύριος ο θεός ημών δίδωσιν ημίν 26 και ουκ ηθελήσατε αναβήναι αλλ΄ ηπειθήσατε τω ρήματι κυρίου του θεού υμών 27 και διεγογγύσατε εν ταις σκηναίς υμών και είπατε διά το μισείν κύριον ημάς εξήγαγεν ημάς εκ γης Αιγύπτου παραδούναι ημάς εις χείρας Αμορραίων και εξολοθρεύσαι ημάς 28 που ημείς αναβαίνομεν οι δε αδελφοί ημών απέστησαν την καρδίαν ημών λέγοντες έθνος μέγα και πολύ και δυνατώτερον ημών και πόλεις μεγάλαι και τετειχισμέναι έως του ουρανού αλλά και υιούς γιγάντων εωράκαμεν εκεί 29 και είπα προς υμάς μη πτήξητε μηδέ φοβηθήτε απ΄ αυτών 30 κύριος ο θεός υμών ο προπορευόμενος προ προσώπου υμών αυτός συνεκπολεμήσει αυτούς μεθ΄ υμών κατά πάντα όσα εποίησεν υμίν εν γη Αιγύπτω 31 και εν τη ερήμω ταύτη ην είδετε ως ετροφοφόρησε σε κύριος ο θεός σου ως ει τις τροφοφορήσαι άνθρωπος τον υιόν αυτού κατά πάσαν την οδόν εις ην επορεύθητε έως ήλθετε εις τον τόπον τούτον 32 και εν τω λόγω τούτω ουκ ενεπιστεύσατε κυρίω τω θεώ υμών 33 ος προπορεύεται πρότερος υμών εν τη οδώ εκλέγεσθαι υμίν τόπον οδηγών υμάς εν πυρί νυκτός δεικνύων υμίν την οδόν καθ΄ ην πορεύεσθε επ΄ αυτής και εν νεφέλη ημέρας

Caleb and Joshua Inherit the Land

34 και ήκουσε κύριος την φωνήν των λόγων υμών και παροξυνθείς ώμοσε λέγων 35 ει όψεταί τις των ανδρών τούτων των πονηρών την γην αγαθήν ταύτην ην ώμοσα τοις πατράσιν αυτών 36 πλην Χαλέβ υιός Ιεφονή ούτος όψεται αυτήν και τούτω δώσω την γην εφ΄ ην επέβη και τοις υιοίς αυτού διά το προσκείσθαι αυτόν τα προς κύριον 37 και εμοί εθυμώθη κύριος δι΄ υμάς λέγων ουδέ συ ου μη εισέλθης εκεί 38 Ιησούς υιός Ναυή ο παρεστηκώς σοι ούτος εισελεύσεται εκεί αυτόν κατίσχυσον ότι αυτός κατακληρονομήσει αυτήν τω Ισραήλ και τα παιδία υμών α είπατε εν τη διαρπαγή έσεσθαι 39 και παν παιδίον νέον όστις ουκ οίδε σήμερον αγαθόν η κακόν ούτοι εισελεύσονται εκεί και τούτοις δώσω αυτήν και αυτοί κληρονομήσουσιν αυτήν 40 και υμείς επιστραφέντες εστρατοπεδεύσατε εις την έρημον οδόν την επί της ερυθράς θαλάσσης 41 και απεκρίθητε και είπατέ μοι ημάρτομεν έναντι κυρίου του θεού ημών ημείς αναβάντες πολεμήσομεν κατά πάντα όσα ενετείλατο κύριος ο θεός ημών ημίν και αναλαβόντες έκαστος τα σκεύη τα πολεμικά αυτού και συναθροισθέντες ανεβαίνετε εις το όρος 42 και είπε κύριος προς με είπον αυτοίς ουκ αναβήσεσθε ουδέ μη πολεμήσετε ου γαρ ειμι μεθ΄ υμών και ου μη συντριβήσεσθε ενώπιον των εχθρών υμών 43 και ελάλησα υμίν και ουκ εισηκούσατέ μου και παρέβητε το ρήμα κυρίου και παραβιασάμενοι ανέβητε εις το όρος 44 και εξήλθεν ο Αμορραίος ο κατοικών εν τω όρει εκείνω εις συνάντησιν υμώμ και κατεδίωξαν υμάς ωσεί ποιήσαισαν αι μέλισσαι και ετίτρωσκον υμάς από Σηείρ έως Ερμά 45 και καθίσαντες εκλαίετε εναντίον κυρίου του θεού ημών και ουκ εισήκουσε κύριος της φωνής υμών ουδέ προσέσχεν υμίν 46 και ενεκάθησθε εν Κάδης ημέρας πολλάς όσας ποτέ ημέρας ενεκάθησθε
Copyright information for ABPGRK