Deuteronomy 10

CHAPTER 10

The Second Set of Tablets

1εν εκείνω τω καιρώ είπε κύριος προς με λάξευσον σεαυτώ δύο πλάκας λιθίνας ώσπερ τας πρώτας και ανάβηθι προς με εις το όρος και ποιήσεις σεαυτώ κιβωτόν ξυλίνην 2και γράψω επί τας πλάκας τα ρήματα όσα ην εν ταις πλαξί ταις πρώταις αις συνέτριψας και εμβαλείς αυτάς εις την κιβωτόν 3και εποίησα κιβωτόν εκ ξύλων ασήπτων και ελάξευσα τας δύο πλάκας τας λιθίνας ως αι πρώται και ανέβην εις το όρος και αι δύο πλάκες επί ταις δυσί χερσί μου 4και έγραψεν επί τας πλάκας κατά την γραφήν την πρώτην τους δέκα λόγους ους ελάλησε κύριος προς υμάς εν τω όρει εκ μέσου του πυρός εν ημέρα της συναγωγής και έδωκεν αυτάς κύριος εμοί 5και επιστρέψας κατέβην εκ του όρους και ενέβαλον τας πλάκας εις την κιβωτόν ην εποίησα και ήσαν εκεί καθά ενετείλατό μοι κύριος 6και οι υιοί Ισραήλ απήραν εκ Βηρώθ υιών Ιακίμ Μοσερά εκεί απέθανεν Ααρών και ετάφη εκεί και ιεράτευσεν Ελεάζαρ ο υιός αυτού αντ΄ αυτού 7εκείθεν απήραν εις Γαδγάδ και από Γαδγάδ εις Ετεβαθά γη χείμαρροι υδάτων 8εν εκείνω τω καιρώ διέστειλε κύριος την φυλήν την Λευί αίρειν την κιβωτόν της διαθήκης κυρίου παρεστάναι έναντι κυρίου λειτουργείν και επεύχεσθαι επί τω ονόματι αυτού έως της ημέρας ταύτης 9διά τούτο ουκ έστι τοις Λευίταις μερίς και κλήρος εν τοις αδελφοίς αυτών κύριος αυτός κλήρος αυτού καθά είπεν αυτώ κύριος ο θεός υμών 10καγώ έστην εν τω όρει τεσσαράκοντα ημέρας και τεσσαράκοντα νύκτας και εισήκουσε κύριος εμού και εν τω καιρώ εκείνω ουκ ηθέλησε κύριος εξολοθρεύσαι υμάς 11και είπε κύριος προς με βάδιζε άπαρον έναντι του λαού τούτου και εισπορευέσθωσαν και κληρονομείτωσαν την γην ην ώμοσα τοις πατράσιν αυτών δούναι αυτοίς 12και νυν Ισραήλ τι κύριος ο θεός σου αιτεί παρά σου αλλ΄ η φοβείσθαι κύριον τον θεόν σου και πορεύεσθαι εν πάσαις ταις οδοίς αυτού και αγαπάν αυτόν και λατρεύειν κυρίω τω θεώ σου εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου 13φυλάσσεσθαι τας εντολάς κυρίου του θεού σου και τα δικαιώματα αυτού όσα εγώ εντέλλομαί σοι σήμερον ίνα ευ σοι η 14ιδού κυρίου του θεού σου ο ουρανός και ο ουρανός του ουρανού η γη και πάντα όσα εστίν εν αυτή 15πλην τους πατέρας υμών προείλετο κύριος αγαπάν αυτούς και εξελέξατο το σπέρμα αυτών μετ΄ αυτούς υμάς παρά πάντα τα έθνη κατά την ημέραν ταύτην 16και περιτεμείσθε την σκληροκαρδίαν υμών και τον τράχηλον υμών ου σκληρυνείτε έτι 17ο γαρ κύριος ο θεός υμών ούτος θεός των θεών και κύριος των κυρίων ο θεός ο μέγας και ισχυρός και φοβερός όστις ου θαυμάζει πρόσωπον ουδε μη λάβη δώρον 18ο ποιών κρίσιν προσηλύτω και ορφανώ και χήρα και αγαπά τον προσήλυτον δούναι αυτώ άρτον και ιμάτιον 19και αγαπήσετε τον προσήλυτον προσήλυτοι γαρ ήτε εν γη Αιγύπτου 20κύριον τον θεόν σου φοβηθήση και αυτώ λατρεύσεις και προς αυτόν κολληθήση και επί τω ονόματι αυτού ομή 21αυτός καύχημά σου και αυτός θεός σου όστις εποίησεν εν σοι τα μεγάλα και τα ένδοξα ταύτα α είδον οι οφθαλμοί σου 22εν εβδομήκοντα ψυχαίς κατέβησαν οι πατέρες σου εις Αίγυπτον νυν δε εποίησέ σε κύριος ο θεός σου ωσεί τα άστρα του ουρανού τω πλήθει
Copyright information for ABPGRK