Deuteronomy 15

CHAPTER 15

Release of Loans

δι΄ επτά ετών ποιήσεις άφεσιν και ούτως το πρόσταγμα της αφέσεως αφήσεις παν χρέος ίδιον ο οφείλει σοι ο πλησίον και τον αδελφόν σου ουκ απαιτήσεις ότι επικέκληται άφεσις κυρίω τω θεώ σου τον αλλότριον απαιτήσεις όσα εάν η σοι παρ΄ αυτώ τω δε αδελφώ σου άφεσιν ποιήσεις του χρέους σου ότι ουκ έσται εν σοι ενδεής ότι ευλογών ευλογήσει σε κύριος ο θεός σου εν τη γη ην κύριος ο θεός σου δίδωσί σοι εν κλήρω κατακληρονομήσαι αυτήν εάν δε ακοή ακούσητε της φωνής κυρίου του θεού υμών φυλάσσειν και ποιείν πάσας τας εντολάς ταύτας ας εγώ εντέλλομαί σοι σήμερον ότι κύριος ο θεός σου ευλόγησέ σε ον τρόπον ελάλησέ σοι και δανιείς έθνεσι πολλοίς συ δε ου δανιή και άρξεις συ εθνών πολλών σου δε ουκ άρξουσιν

Care for the Brethren

εάν δε γένηται εν σοι ενδεής εκ των αδελφών σου εν μία των πόλεών σου εν τη γη η κύριος ο θεός σου δίδωσί σοι ουκ αποστέρξεις την καρδίαν σου ουδ΄ ου μη συσφίγξεις την χείρά σου από του αδελφού σου του επιδεομένου ανοίγων ανοίξεις τας χείράς σου αυτώ και δάνειον δανιείς αυτώ όσον αν επιδέηται και καθ΄ όσον υστερείται πρόσεχε σεαυτώ μη γένηται ρήμα κρυπτόν εν τη καρδία σου ανόμημα λέγων εγγίζει το έτος το έβδομον έτος της αφέσεως και πονηρεύσηται ο οφθαλμός σου τω αδελφώ σου τω επιδεομένω και ου δως αυτώ και βοήσεται κατά σου προς κύριον και έσται εν σοι αμαρτία μεγάλη 10 διδούς δώσεις αυτώ και δάνειον δανιείς αυτώ όσον αν επιδέηται σου και ου λυπηθήση τη καρδία σου διδόντος σου αυτώ ότι διά το ρήμα τούτο ευλογήσει σε κύριος ο θεός σου εν πάσι τοις έργοις σου και εν πάσιν ου αν επιβάλης την χείρά σου 11 ου γαρ μη εκλίπη ενδεής από της γης σου διά τούτο εγώ σοι εντέλλομαι ποιείν το ρήμα τούτο λέγων ανοίγων ανοίξεις τας χείράς σου τω αδελφώ σου τω πένητι και τω επιδεομένω τω επί της γης σου 12 εάν δε πραθή σοι ο αδελφός σου ο Εβραίος η η Εβραία δουλεύσει σοι εξ έτη και τω εβδόμω εξαποστελείς αυτόν ελεύθερον από σου 13 όταν δε εξαποστέλλης αυτόν ελεύθερον από σου ουκ εξαποστελείς αυτόν κενόν 14 εφόδιον εφοδιάσεις αυτόν από των προβάτων σου και από του σίτου σου και από του ληνού σου καθά ευλόγησέ σε κύριος ο θεός σου δώσεις αυτώ 15 και μνησθήση ότι οικέτης ήσθα εν γη Αιγύπτου και ελυτρώσατό σε κύριος ο θεός σου εκείθεν διά τούτο εγώ σοι εντέλλομαι ποιείν το ρήμα τούτο 16 εάν δε λέγη προς σε ουκ εξελεύσομαι από σου ότι ηγάπησέ σε και την οικίαν σου ότι ευ εστίν αυτώ παρά σοι 17 και λήψη το οπήτιον και τρυπήσεις το ους αυτού προς την θύραν και έσται σοι οικέτης εις τον αιώνα και την παιδίσκην σου ποιήσεις ωσαύτως 18 ου σκληρόν έσται εναντίον σου εξαποστελλομένων αυτών ελευθέρων από σου ότι επέτειον μισθόν του μισθωτού εδούλευσέ σοι εξ έτη και ευλογήσει σε κύριος ο θεός σου εν πάσιν οις αν ποιής 19 παν πρωτότοκον ο αν τεχθή εν ταις βουσί σου και εν τοις προβάτοις σου τα αρσενικά αγιάσεις κυρίω τω θεώ σου ουκ έργα εν τω πρωτοτόκω μόσχω σου και ου μη κείρης το πρωτότοκον των προβάτων σου 20 έναντι κυρίου του θεού σου φαγή αυτό ενιαυτόν εξ ενιαυτού εν τω τόπω ω αν εκλέξηται κύριος ο θεός σου συ και ο οίκός σου 21 εάν δε η εν αυτώ μώμος χωλόν η τυφλόν η και πας μώμος πονηρός ου θύσεις αυτό κυρίω τω θεώ σου 22 εν ταις πόλεσί σου φαγή αυτό ο ακάθαρτος εν σοι και ο καθαρός ωσαύτως φάγεται ως δορκάδα η έλαφον 23 πλην το αίμα αυτού ου φαγή επί την γην εκχεείς αυτό ως ύδωρ
Copyright information for ABPGRK