Deuteronomy 16

CHAPTER 16

Concerning Passover

φυλαξόν τον μήνα των νέων και ποιήσεις το πάσχα κυρίω τω θεώ σου ότι εν τω μηνί των νέων εξήγαγέ σε κύριος ο θεός σου εξ Αιγύπτου νυκτός και θύσεις το πάσχα κυρίω τω θεώ σου πρόβατα και βόας εν τω τόπω ω αν εκλέξηται κύριος ο θεός σου επικληθήναι το όνομα αυτού εκεί ου φαγή επ αυτού ζύμην επτά ημέρας φαγή επ αυτού άζυμα άρτον κακώσεως ότι εν σπουδή εξήλθετε εξ Αιγύπτου νυκτός ίνα μνησθήτε την ημέραν της εξοδίας υμών εκ γης Αιγύπτου πάσας τας ημέρας της ζωής υμών ουκ οφθήσεταί σοι ζύμη εν πάσι τοις ορίοις σου επτά ημέρας και ου κοιμηθήσεται από των κρεών ων αν θυσήτε το εσπέρας τη ημέρα τη πρώτη εις τοπρωϊ ου δυνήση θύσαι το πάσχα εν ουδεμιά των πόλεών σου ων κύριος ο θεός σου δίδωσί σοι αλλ΄ η εις τον τόπον ον αν εκλέξηται κύριος ο θεός σου επικληθήναι το όνομα αυτού εκεί θύσεις το πάσχα εσπέρας προς δυσμάς ηλίου εν τω καιρώ ω εξήλθες εκ γης Αιγύπτου και εψήσεις και οπτήσεις και φαγή εν τω τόπω ω αν εκλέξηται κύριος ο θεός σου αυτόν και αποστραφήση τοπρωϊ και απελεύση εις τους οίκους σου εξ ημέρας φαγή άζυμα και τη ημέρα τη εβδόμη εξόδιον εορτή κυρίω τω θεώ σου ου ποιήσεις εν αυτή παν έργον πλην όσα ποιηθήσεται ψυχή

Holiday of Sevens

επτά εβδομάδας ολοκλήρους εξαριθμήσεις σεαυτώ αρξαμένου σου δρέπανον επ΄ αμητόν άρξη εξαριθμήσαι επτά εβδομάδας 10 και ποιήσεις εορτήν εβδομάδων κυρίω τω θεώ σου καθώς η χειρ σου ισχύει όσα αν δω σοι καθότι ηυλόγησέ σε κύριος ο θεός σου 11 και ευφρανθήση έναντι κυρίου του θεού σου συ και ο υιός σου και η θυγάτηρ σου ο παις σου και η παιδίσκη σου και ο Λευίτης ο εν ταις πόλεσί σου και ο προσήλυτος και ο ορφανός και η χήρα η εν υμίν εν τω τόπω ω αν εκλέξηται κύριος ο θεός σου επικληθήναι το όνομα αυτού εκεί 12 και μνησθήση ότι οικέτης ησθα εν γη Αιγύπτω και φυλάξη και ποιήσεις τας εντολάς ταύτας

Holiday of Tents

13 εορτήν σκηνών ποιήσεις σεαυτώ επτά ημέρας εν τω συναγαγείν σε εκ της άλωνός σου και από της ληνού σου 14 και ευφρανθήση εν τη εορτή σου συ και ο υιός σου και η θυγάτηρ σου ο παις σου και η παιδίσκη σου και ο Λευίτης και ο προσήλυτος και ο ορφανός και η χήρα η ούσα εν ταις πόλεσί σου 15 επτά ημέρας εορτάσεις κυρίω τω θεώ σου εν τω τόπω ω αν εκλέξηται κύριος ο θεός σου αυτόν εάν δε ευλογήση σε κύριος ο θεός σου εν πάσι τοις γενήμασί σου και εν παντί έργω των χειρών σου και έση ευφραινόμενος 16 τρεις καιρούς του ενιαυτού οφθήσεται παν αρσενικόν σου εναντίον κυρίου του θεού σου εν τω τόπω ω αν εκλέξηται κύριος εν τη εορτή των αζύμων και εν τη εορτή των εβδομάδων και εν τη εορτή της σκηνοπηγίας ουκ οφθήση ενώπιον κυρίου του θεού σου κενός 17 έκαστος κατά δύναμιν των χειρών υμών κατά την ευλογίαν κυρίου του θεού σου ην έδωκέ σοι 18 κριτάς και γραμματοεισαγωγείς καταστήσεις σεαυτώ εν πάσαις ταις πόλεσί σου αις κύριος ο θεός σου δίδωσί σοι κατά φυλάς και κρινούσι τον λαόν κρίσιν δικαίαν 19 ουκ εκκλινούσι κρίσιν ουκ επιγνώσονται πρόσωπον ουδέ λήψονται δώρα τα γαρ δώρα εκτυφλοί οφθαλμούς σοφών και εξαίρει λόγους δικαίων 20 δικαιώς το δίκαιον διώξη ίνα ζήτε και εισελθόντες κληρονομήσητε την γην ην κύριος ο θεός σου δίδωσί σοι 21 ου φυτεύσεις σεαυτώ άλσος παν ξύλον παρά το θυσιαστήριον κυρίου του θεού σου ου ποιήσεις σεαυτώ 22 ου στήσεις σεαυτώ στήλην α εμίσησε κύριος ο θεός σου
Copyright information for ABPGRK